Orestes


Scholia to Orestes

Or. 1.01 (1-139) (tri metr) ἡμέτερον: ἡ εἴσθεσις τοῦ δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλθʹ [= 139]. ὧν τελευταῖος ‘τόνδ’ ἐξεγεῖραι συμφορὰ γενήσεται’. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.  —T


Or. 1.02 (1-5) (vet exeg) κατασκευὴν ποιούμενος ὁ ποιητὴς τῆς ἰδίας προτάσεως τῆς ὅτι πάντα φέρει τὰ δεινὰ ἡ ἀνθρωπότης, ἐπιφέρει ὅτι καὶ αὐτοὶ οἱ μακάριοι καὶ ὄλβιοι δόξαντες ἄνθρωποι οὐκ ἄμοιροι συμφορῶν καὶ παθῶν γεγόνασιν· ἐξ ἑνὸς δὲ τοῦ Ταντάλου καὶ τοὺς ἄλλους παραδηλοῖ. τὸν Τάνταλον δὲ καὶ οὐκ ἄλλον τῇ ὑποθέσει προσείληφε διὰ τὸ ἐξ ἐκείνου τοῦ γένους καὶ τὸν Ὀρέστην κατάγεσθαι.  —V


Or. 1.03 (1-3a) (vet exeg) οὐκ ἔστιν οὐδὲν δεινόν: 1οὔτε ἀκοῇ οὔτε θέᾳ ἔστιν οὕτω δεινὸν ὅπερ οὐχ ὑφίσταται τῶν ἀνθρώπων ἡ φύσις.  2τοῦτο δέ φησι παρόσον ἔκτοπον καὶ ἀλλόκοτον ὑπέστη τιμωρίαν ὁ Τάνταλος·  3ἢ διὰ τὰς τοῦ γένους συμφοράς· ἢ δι’ ἑαυτὴν ὡς ὅτι τλημόνως συνυποφέρει τῷ ἀδελφῷ τὴν τύχην·  4ἢ διὰ τὸν Ὀρέστην.   —MBCVRbY2, partial O


Or. 1.04 (1-3b) (vet paraphr) ἄλλως· ὧδ’ εἰπεῖν ἔπος:  ἤγουν ὡς ἐν συντόμῳ λόγῳ εἰπεῖν, οὐκ ἔστι τι δεινὸν, οὔτε πάθος οὔτε συμφορὰ, ἧς οὐκ ἂν τὸ βάρος ἡ τῶν βροτῶν φύσις ὑπενέγκοιτο.  —BV


Or. 1.05 (1-3c) (thom exeg) 1ἐπειδὴ ἡ τοῦ πατρὸς αὐτῆς δυστυχία ὑπερῆρεν ἁπάσας, διὰ τοῦτο αὕτη γνωματευομένη ταῦτα φησὶ καθ’ αὑτήν.  2δείξει δὲ ὡς ἐξ ἀρχῆς τὸ γένος αὐτῆς συμφοραῖς ὑπέκειτο.   —ZZaZmTZbGu


Or. 1.06 (1-3d) (thom exeg) 1ἵνα μὴ καθέκαστον ἀπαριθμῆται τὰ συμβαίνοντα τοῖς ἀνθρώποις κακά, περιλαμβάνει διὰ τοῦ γενικοῦ ὀνόματος τοῦ δεινοῦ, διαιρουμένου εἰς πάθη καὶ συμφοράς, καὶ πάθη μέν ἐστι τὰ συμπίπτοντα τοῖς σώμασι νοσήματα, συμφοραὶ δὲ αἱ ἐπερχόμεναι τοῖς ἀνθρώποις θλίψεις.  2καὶ τὸ ὧδ’ εἰπεῖν ἔπος διὰ τοῦτο ἔφη διότι καθολικῶς ἐξήνεγκεν.  3ἐπεὶ δὲ πάθος καὶ συμφορὰν εἴρηκε, προτιμᾷ το θηλυκὸν τοῦ οὐδετέρου, ἀποδιδοὺς τὸ ἧς πρὸς τὸ συμφορά.  4γίνωσκε δὲ ὅτι ὅταν εὑρεθῶσι δύο ὀνόματα, ἀρσενικὸν καὶ θηλυκόν, μάλιστα μὲν τὸ ἀρσενικὸν προτιμᾶται τοῦ θηλυκοῦ, συμβαίνει δὲ ἔστιν ὅτε καὶ τὸ ἀνάπαλιν.  5ὁ αὐτὸς δὲ λόγος ἐστὶ καὶ ἐπὶ τῶν θηλυκῶν καὶ οὐδετέρων.  6ἀλλὰ μὴν καὶ τοῦτο πολλάκις γίνεται· κειμένου γὰρ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου ὀνόματος, ἀποδίδοται ἡ σύνταξις πρὸς τὸ οὐδέτερον, ὡς εἰς πρᾶγμα.   —ZZaZmTZbGu


Or. 1.07 (1-3e) (rec exeg) καὶ Ὅμηρός φησι [Hom. Il. 24.48] ‘τλητὸν γὰρ μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν’.  —RbY2ZmGu


Or. 1.08 (1-3f) (rec paraphr) οὐκ ἔστιν οὐδὲν δεινὸν καὶ χαλεπὸν πρᾶγμα οὐδὲ πάθος οὐδὲ συμφορὰ θεήλατος καὶ ἐκ θεοῦ ἐλθοῦσα ὅπερ οὐχ ὑφισταται ἡ τῶν ἀνθρώπων φύσις.  —Y2


Or. 1.09 (1-3g) (rec paraphr) οὐδὲν ἀπὸ τῶν κακῶν ἐστιν ὅπερ οὐ πάσχουσιν οἱ ἄνθρωποι.  —Y2


Or. 1.10 (1-2) (vet exeg) οὐκ ἔστιν οὐδὲν δεινόν: 1τὸ δεινὸν ὄνομα γενικόν ἐστι, διαιρεῖται δὲ εἰς πάθος καὶ συμφοράν.  2καὶ πάθος μὲν λέγεται τὰ νοσήματα, συμφορὰ δὲ αἱ τοῦ βίου δυστυχίαι καὶ περιπέτειαι.   —VSaY2


Or. 1.11 (rec exeg) σατυρικὸν τὸ δρᾶμα διὸ ἀρχόμενον ἀπὸ θλίψεως λήγει εἰς χαράν.  —Y2


Or. 1.12 (rec exeg) ἐξυπολ() τὸ προοίμιον καὶ ἄγαν ἐπιτήδειον εἰς προοιμίου ?τύπον.  —Y2


Or. 1.13 (rec gram) Diagram: triangle with ὡς at apex and ὧδε and οὕτως at the lower corners  —Zu


Or. 1.14 (rec exeg) Diagram: forking lines, at top καθολικῶς τὸ δεινὸν, below πάθος ἐπὶ σώματος and συμφορὰ ἐπὶ τῶν ἐκτὸς  —Gu


Or. 1.15 (rec exeg) Diagram: forking lines, at top δεινὸν, left descender labeled πάθος, right descender labeled συμφορὰ, across bottom below both descenders ἢ εἰς ἀνάλυσιν· ἢ εἰς ἀνάστασιν· ἢ εἰς τὸν θάνατον  —GuZu


Or. 1.16 (rec exeg) προλογίζει ἡ ἠλέκτρα.  —Xa


Or. 1.17 (rec exeg) πρότασις  —Sa


Or. 1.18 (rec exeg) ⟨οὐκ ἔστιν οὐδέν δεινὸν⟩: πάντα τὰ πάθη  —Sa


Or. 1.19 (rec gloss) ⟨δεινὸν⟩: πρᾶγμα  —R


Or. 1.20 (mosch gloss) ⟨δεινὸν⟩: χαλεπὸν  —XXaXbTYGr


Or. 1.21 (thom gloss) ⟨δεινὸν⟩: κακὸν  —ZZaZmTZbGu


Or. 1.22 (vet exeg) ⟨ὧδ’ εἰπεῖν ἔπος⟩: ὡς ἐν συντόμω εἰπεῖν, ὡς ἡ παροιμία λέγει.  —V


Or. 1.23 (recThom exeg) ⟨ὧδ’ εἰπεῖν ἔπος⟩: ἤγουν ἐν συντόμῳ εἰπεῖν λόγον  —RSaZmZbGuY2


Or. 1.24 (mosch gloss) ⟨ὧδ’ εἰπεῖν⟩: ὡς οὕτως εἰπεῖν  —XXaXbTYGr


Or. 1.25 (recThom gloss) ⟨ὧδ’⟩: οὕτως  —RZZmTZb


Or. 1.26 (thom gloss) ⟨εἰπεῖν ἔπος⟩: ἐστὶν  —ZZmTZbGu


Or. 1.27 (mosch exeg) ⟨ἔπος⟩: λόγον. περισσὸν, ἀττικῶς  —XXaXbTYGr


Or. 1.28 (rec artGloss) ⟨ἔπος⟩: τὸ  —R


Or. 2.01 (2-3a) (vet exeg) οὐδὲ πάθος οὐδὲ συμφοράν: 1διὰ τί εἰρηκὼς ἔπος καὶ πάθος πρὸς τὸ θηλυκὸν τὰ ἑξῆς συνέταξε φάσκων ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος;  2φαμὲν οὖν ὅτι προτιμᾶται τοῦ οὐδετέρου τὸ θηλυκὸν καὶ διὰ τοῦτο πρὸς αὐτὸ ἐποίησε τὴν σύνταξιν.   —MCVRb, partial OSa


Or. 2.02 (2-3b) (vet exeg) ⟨οὐδὲ πάθος οὐδὲ συμφοράν⟩: εἰς θηλυκὸν δὲ ἐξ οὐδετέρου τὸν λόγον ἀπέδωκεν ἐπειδὴ προτιμᾶται τοῦ οὐδετέρου τὸ θηλυκὸν.  —B


Or. 2.03 (2-3c) (rec exeg) ⟨οὐδὲ πάθος οὐδὲ συμφοράν⟩: ἔπος καὶ πάθος εἰπὼν πρὸς τὴν συμφορὰν συνέταξεν· προτιμᾶται γὰρ τοῦ οὐδετέρου τὸ θηλυκόν.  —Y2


Or. 2.04 (mosch exeg) ⟨πάθος⟩: 1πάθος ἐπὶ σώματος τὸ τραῦμα καὶ ἡ πληγή, ἣν ξίφει τις ἐπλήγη ἢ τοιούτῳ τινί, ὃ ἀπὸ μὲν τοῦ ποιοῦντος λέγεται πρᾶγμα καὶ πρᾶξις, ἀπὸ δὲ τοῦ πάσχοντος πάθος, ὥσπερ τὸ λῆμμα ἀπὸ μὲν τοῦ λαμβάνοντος λέγεται λῆμμα, ἀπὸ δὲ τοῦ διδόντος δῶρον.  2ἀπὸ τούτου πάθος καὶ ἐπὶ ψυχῆς ἡ ἧττα, ἣν ἡττήθη τις ὑπὸ ἀδικίας, ἢ ἀκολασίας, ἢ τοιούτου τινός.  3λέγεται πάθος καὶ αὐτὴ ἡ ἀδικία καὶ ἡ ἀκολασία καὶ ἡ δειλία καὶ ὅσα τοιαῦτα προσβάλλει ἡμῖν, ὥσπερ λέγεται βέλος καὶ τὸ πεμπόμενον καὶ τὸ τραῦμα τὸ ἀπὸ τῆς βολῆς τοῦ βέλους.  4τούτων δὴ τῶν παθῶν τῶν προσβαλλόντων, ἤγουν τῆς ἀδικίας, τῆς ἀκολασίας, καὶ τῶν τοιούτων, ἐπικρατεῖν ὁ λογισμὸς δύναται, οὐ καταλύων αὐτά, ἀλλ’ οὐχ ὑπείκων αὐτοῖς.  5τὰ δὲ ἕτερα, ἤγουν αἱ πληγαὶ καὶ αἱ ἧτται αἱ ὑπὸ τούτων, ἀφανίζεται ἰατρευόμενα, ὡς μηδὲ οὐλὴν καὶ ἴχνος τι αὐτῶν καταλείπεσθαι.  6ἐνταῦθα δὲ πάθος λέγει σώματος ἤγουν πληγὴν καὶ κάκωσιν.   —XXaXbTYGr


Or. 2.05 (rec exeg) ⟨πάθος⟩: πάθος λέγεται τὸ σωματικὸν νόσημα, οἷον λώβη καὶ ἔτι ὅσα ἀπὸ τοῦ σώματος ἀναδίδονται. συμφορὰ δὲ θεήλατος ἡ ἀπὸ θεοῦ πεμπομένη λοιμὴ λιμὸς ἐπιδρομὴ ἐθνῶν.  —Y2


Or. 2.06 (mosch gloss) πάθος: κάκωσις πληγή  —XXaXbTYGr


Or. 2.07 (rec gloss) ⟨πάθος⟩: τὸ ἐκ τοῦ σώματος  —Gu


Or. 2.08 (vet exeg) οὐδὲ συμφορὰν θεήλατον: 1γράφουσί τινες οὐδὲ συμφορὰ θεήλατος, ἀγνοοῦντες δέ·  2ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ οὐκ ἔστιν ⟨εἰπεῖν⟩.   —MBCV


Or. 2.09 (rec exeg) ⟨συμφορὰ θεῄλατος⟩: ?ἤγουν + 2-3 wds + ?λιμὸς καὶ ἐπιδρομ???  —Y2


Or. 2.10 (thom gloss) ⟨ξυμφορὰ⟩: δυστυχία  —ZZaZmTZbGu


Or. 2.11 (rec gloss) ⟨ξυμφορὰ⟩: ὀργὴ. ἡ ἔξωθεν  —Gu


Or. 2.12 (vet gloss) θεήλατον: θεόθεν ἐπερχομένην  —V


Or. 2.13 (vet gloss) ⟨θεήλατον⟩: ἀπὸ θεοῦ ἐπερχομένην  —V


Or. 2.14 (mosch gloss) θεήλατος: ἀπὸ θεοῦ πεμπομένη  —XXaXbTYGr


Or. 2.15 (thom gloss) ⟨θεήλατος⟩: ἐκ θεοῦ παραγενομένη  —ZZaZmTZbGu


Or. 2.16 (rec gloss) ⟨θεήλατος⟩: ἀπὸ θεοῦ ἐρχομένη  —Zu


Or. 3.01 (rec gloss) ⟨ἧς ⟩: τῆς συμφορᾶς  —ZuY2


Or. 3.02 (rec exeg) ⟨ἧς ⟩: προεκρίθη τὸ θηλυκὸν τοῦ οὐδετέρου  —Gu


Or. 3.03 (vet gloss) ⟨ἄραιτ’ ⟩: εὕρη  —V


Or. 3.04 (rec gloss) ⟨ἄραιτ’ ⟩: βαστάσαι  —RSa


Or. 3.05 (rec gloss) ⟨ἄραιτ’ ⟩: βαστάζει  —Zb1


Or. 3.06 (moschThom gloss) ⟨ἄραιτ’ ⟩: λάβοι  —XXaXbTYGrZZa


Or. 3.07 (thom gloss) ⟨ἄραιτ’ ⟩: λάβη ὑπομείνη  —ZmZu


Or. 3.08 (rec gloss) ⟨ἄραιτ’ ⟩: ἀπενέγκοιτο  —Gu


Or. 3.09 (tri metr) ⟨ἄραιτ’⟩: long mark over first α  —T


Or. 3.10 (vet gloss) ⟨ἄχθος⟩: βάρος  —VGu


Or. 3.11 (mosch exeg) ⟨ἄχθος⟩: ἄχθος ἐπὶ σώματος, ἄχος ἐπὶ ψυχῆς  —XXaXbTYGr


Or. 3.12 (rec artGloss) ⟨ἄχθος⟩: τὸ  —Zu


Or. 3.13 (vet gloss) ⟨ἀνθρώπου φύσις⟩: ἤτοι ἡ ἀνθρώπου φύσις  —V


Or. 4.01 (4-10) (rec exeg) θέλουσα ἡ Ἠλέκτρα ἵνα παραστήσῃ τὸν γνωματευτικόν λόγον ὅνπερ εἶπεν ἄρχεται ἀπὸ τοῦ μείζονος κεφαλαίου ἤγουν ἀπὸ τοῦ Ταντάλου. λέγουσα ‘ὁ γὰρ μακάριος’ Τάνταλος εἶτα διὰ μέσου ‘καὶ οὐκ ὀνειδίζω τὰς τύχας’· οὐ γὰρ ὀνειδίζουσα τὸν Τάνταλον ἡ Ἠλέκτρα διηγεῖται τὰ περὶ αὐτοῦ, ἀλλ’ ἵνα παραστήσῃ τὸν λόγον ὃν εἶπεν ἀληθῆ, φέρει τὴν τοῦ Ταντάλου διήγησιν, λέγουσα ὅτι οὗτος ὁ Τάνταλος ἔχων παρὰ τῶν θεῶν ἀξίωμα κοινὸν τραπέζης, ἤτοι συνδιαιτώμενος μετὰ τῶν θεῶν συναναστρεφόμενος καὶ τὰ ἑαυτῶν γινώσκων μυστήρια, οὐκ ἐφύλαττε ταῦτα, ἀλλ’ ἐπὶ τὴν γῆν κατερχόμενος ἔλεγε τοῖς ἀνθρώποις τὴν τῶν θεῶν βούλησιν, ὅτι τάδε ποιῆσαι βούλεται ὁ Ζεὺς. ἔσχε τοίνυν ἐκεῖνος ὁ Τάνταλος γλῶσσαν ἀκόλαστον. οὐκ ἐφύλαττε τὰ τῶν θεῶν μυστήρια.  —Y2


Or. 4.02 (vet exeg) ὁ γὰρ μακάριος: μακάριον γὰρ αὐτὸν καλῶ καὶ οὐ δυστυχῆ, ἵνα μὴ ὀνειδίσω αὐτῷ.  —MBCVRb


Or. 4.03 (vet exeg) ἄλλως: 1ὁ ποτὲ μακάριος. οὐ γὰρ ὀνειδίσουσά φησιν, ἀλλὰ βουλομένη παραστῆσαι ὅτι πάντα τὰ δεινὰ ὑφίστανται οἱ ἄνθρωποι.  2καὶ Ὅμηρος [Il. 24.49]· ‘τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισι’.   —MBCV


Or. 4.04 (vet exeg) 〈ἐκ τοῦ〉 ταντάλου παραστῆσαι θέλει ὅτι πάντα τὰ δεινὰ ὑφίστανται ἄνθρωποι.  —O


Or. 4.05 (rec exeg) οὐκ εἰρωνικῶς λέγων· νῦν οὐκ ἔστι· ⟨λείπει⟩ γὰρ τὸ ποτε.  —Sa


Or. 4.06 (rec exeg) οὕτως δὲ διηγούμεθα καὶ ἡμεῖς τὰ περὶ τοῦ ἀδὰμ καὶ τῶν ἄλλων, οὐχ ὡς ὀνειδίζοντες ἐκείνους ἀλλ’ ἵνα παραστήσωμεν τὸν λόγον ἡμῶν ἀληθῆ.  —Y2


Or. 4.07 (mosch exeg) ὁ γὰρ μακάριος: 1ἐπαινεῖταί τις ἐφ’ οἷς ποιεῖ καλοῖς καὶ ψέγεται ἐφ’ οἷς ποιεῖ κακοῖς· μακαρίζεται δὲ ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἀπολαύει.  2ἀφ’ οὗ μακάριος ὁ μακαρισμοῦ ἄξιος ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἀπολαύει.  3καὶ μακάριον τέλος οὗ ὁ τυχὼν μακαρίζεται.  4καὶ μακάριον ἔργον ἐφ’ ᾧ ὁ ἐργασάμενος μακαρίζεται.  5ἐνταῦθα δὲ τὸ μακάριος κατ’ εὐφημισμὸν λέγεται· οὐ γὰρ ἀπέλαυσεν ὁ Τάνταλος καλῶν ἵνα διὰ ταῦτα μακαρίζηται, ἀλλὰ κακώσεων μᾶλλον καὶ κολάσεων.   —XXaXbTYGr


Or. 4.08 (rec exeg) κατ’ εὐφημισμόν  —Y


Or. 4.09 (vet exeg) ⟨μακάριος⟩: λ(είπει) ποτὲ  —O


Or. 4.10 (vet exeg) ⟨μακάριος⟩: ὁ ποτε μακάριος  —V


Or. 4.11 (thom exeg) ⟨μακάριος⟩: εὐδαίμων διὰ τὴν τῶν θεῶν συνήθειαν  —ZZaTZbGu


Or. 4.12 (rec exeg) ⟨μακάριος⟩: ποτὲ ὑπάρχων  —Zu


Or. 4.13 (vet exeg) ⟨κοὐκ ὀνειδίζω τύχας⟩: οὐκ ὀνειδίζω τύχας ἡ Ἠλέκτρα προσέθετο, ἵνα δείξῃ ὅτι οὐχὶ ὀνείδη τῷ πάππῳ προφέρουσα ταῦτα λέγει, ἀλλ’ ἵνα τῆς ἀνθρωπείας φύσεως ἐκ τῆς ἐνδοξότητος τούτου ἀποδείξῃ τὸ εὐτελὲς καὶ ὅτι πᾶς ἄνθρωπος πάθεσι καὶ συμφοραῖς ὑπόκειται.  —V


Or. 4.14 (vet exeg) ⟨κοὐκ ὀνειδίζω τύχας⟩: αὐτὸν καλοῦσα αὐτ(ὰς) δυστυχεῖς ἢ κακὰς  —O


Or. 4.15 (mosch exeg) ⟨κοὐκ ὀνειδίζω τύχας⟩: 1καὶ οὐ λέγω ἄθλιος καὶ ταλάντατος εἰς ὀνειδισμὸν προφέρουσα τὰς τύχας·  2ἀπὸ γὰρ τῶν συμβεβηκότων αὐτῷ ἄθλιος μᾶλλον ἦν καὶ ταλάντατος.   —XXaXbTYGr


Or. 4.16 (rec exeg) ⟨κοὐκ ὀνειδίζω τύχας⟩: προδιόρθωσις  —ZmGu


Or. 4.17 (vet gloss) ⟨τύχας⟩: τὰς δυστυχίας  —VZu


Or. 4.18 (thom gloss) ⟨τύχας⟩: τὰς δυστυχίας αὐτοῦ  —ZZaZmTZb


Or. 4.19 (rec gloss) ⟨τύχας⟩: τὴν εὐτεκνίαν αὐτοῦ  —R


Or. 5.01 (vet exeg) Διὸς πεφυκώς: 1Τμώλου καὶ Πλουτοῦς υἱὸς ὁ Τάνταλος, Ταντάλου δὲ καὶ Εὐρυανάσσης Πέλοψ, Βροτέας, Νιόβη.  2Πέλοπος δὲ καὶ Ἱπποδαμείας Ἀτρεὺς, Θυέστης, Δίας, Κυνόσουρος, Κόρινθος, Ἵππαλκμος, Ἵππασος, Κλεωνὸς, Ἀργεῖος, Ἀλκάθους, Ἕλειος, Πιτθεὺς, Τροιζὴν, Νικίππη, Λυσιδίκη καὶ ἔκ τινος Ἀξιόχης νόθος Χρύσιππος.  3τούτῳ φθονοῦντες οἱ Πελοπίδαι ὡς προκρινομένῳ παρὰ τοῦ πατρὸς ἀναπείθουσιν ἅμα τῇ μητρὶ τοὺς πρεσβυτάτους Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα.  4οἱ δὲ ἀποκτείναντες εἰς φρέαρ ἐνέβαλον.  5ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει ἐκ τῆς πατρίδος ἐπαρασάμενος.  6τούτων ἄλλοι μὲν ἄλλῃ ᾤκησαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐν τῇ Τριφυλίᾳ κατῴκησαν ἐν Μακέστῳ.  7καὶ Ἀτρεὺς μὲν Κλεόλαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένη τὸ σῶμα ἀσθενῆ, ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν.  8νέος δὲ τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας.  9Θυέστης δὲ λαβὼν Λαοδάμειαν ἔσχεν Ὀρχομενὸν, Ἀγλαὸν, Καλαόν.  10τῶν δὲ Ἡρακλειδῶν κατασχόντων Πελοπόννησον ἔχρησεν ὁ θεὸς αὐτοὺς μὲν ἀποστῆναι Λακεδαίμονος, τοὺς δὲ Πελοπίδας βασιλεῦσαι.   —MBCVRaRb


Or. 5.02 (rec exeg) ⟨Διὸς πεφυκὼς⟩: νόησον μοι τὸν Δία ἀρχὴν εἶναι τῶν Τανταλιδῶν καὶ ἀπ’ αὐτοῦ κατάγεσθαι Τάνταλον, ἀπὸ Ταντάλου Πέλοπα, ἀπὸ Πέλοπος Ἀτρέα, ἀπὸ Ἀτρέως Ἀγαμέμνονα, ἀφ’ οὗ ὁ Ὁρέστης.  —Sa


Or. 5.03 (rec exeg) ⟨Διὸς πεφυκὼς⟩: ⟨Ζ⟩εὺς Τάνταλος Πέλοψ, οὗ Ἀτρεὺς καὶ Θυέστης. ἐκ τοῦ Ἀτρέως Ἀγαμέμνων καὶ Μενέλαος. ἐκ τοῦ Θυέστου Ἀγλαὸς Ὀρχομενὸς Καλαός. ἐκ τοῦ Ἀγαμέμνονος Ἠλέκτρα Χρυσόθεμις Ἰφιγένεια Ὀρέστης. ἐκ τοῦ Μενελάου μόνη ἡ Ἑρμιόνη.  —Gu


Or. 5.04 (rec exeg) ⟨Διὸς πεφυκὼς⟩: genealogical diagram: ζεύς to τάνταλος to πέλοψ to ἀτρεύς to fork for ἀγαμέμνων and μενέλεως  —Zm


Or. 5.05 (rec exeg) ⟨Διὸς πεφυκὼς⟩: genealogical diagram: ζεύς to τάνταλος to πέλοψ, fork to ἀτρεύς and θυέστης; ἀτρεύς has fork to ἀγαμέμνων and μενέλεως, and from ἀγαμ. lines to χρυσόθεμις, ἰφιγένεια, ἠλέκτρα, ὀρέστης; under μεν., ἑλένη, line to ἑρμιόνη  —GuTa2


Or. 5.06 (rec exeg) ⟨Διὸς πεφυκὼς⟩: genealogical diagram: τμώλος over πλουτώ, line to τάνταλος over εὐρυάνασση, line to πέλοψ over ἱπποδάμεια, line to branches to ἀτρεύς θυέστης, under ἀτρεύς ?κλύλονα?, line to πλησθένης over ἐριφύλη, line branching to ἀγαμέμνων μενέλαος  —Rb


Or. 5.07 (rec gloss) ⟨διὸς ⟩: υἱὸς  —RSa


Or. 5.08 (mosch gloss) ⟨διὸς ⟩: ἀπὸ  —XXaXbTYGr


Or. 5.09 (rec gloss) ⟨διὸς ⟩: ἐκ τοῦ  —Gu


Or. 5.10 (vetThom gloss) ⟨πεφυκὼς ⟩: γεννηθεὶς  —VSaZZaZmTZbGuZu


Or. 5.11 (rec gloss) ⟨πεφυκὼς ⟩: ὤν  —R


Or. 5.12 (tri metr) ⟨πεφυκὼς ⟩: long mark over υ  —T


Or. 5.13 (vet exeg) ὡς λέγουσι: καλῶς τὸ ὡς λέγουσι· οὐ γὰρ πείθομαι τὸν Δία τοὺς ἰδίους παῖδας οὕτως αἰκίζεσθαι.  —MBOCVaVbRaRbSaaSab


Or. 5.14 (vet exeg) ἄλλως: τὸ ὡς λέγουσι οὐκ ἐνδοιάζουσά φησιν εἰ παῖς ἦν τοῦ Διὸς ὁ Τάνταλος, ἀλλ’ ὀνειδίζουσα τῷ δαίμονι ὅτι τοὺς ἰδίους ἐκγόνους τοσοῦτον ἐν ταῖς δυσδαιμονίαις παρορᾷ.  —MBCVaVbRaRbSa


Or. 5.15 (rec gloss) ⟨ὡς λέγουσι⟩: ὡς ἱστοροῦσιν  —Zu


Or. 5.16 (vet gloss) ⟨τάνταλος⟩: ὁ πάππους? ταύτης  —V


Or. 5.17 (rec gloss) ⟨τάνταλος⟩: illegible gloss  —Z


Or. 6.01 (rec exeg) ἐκ τούτου καὶ παροιμία Ταντάλου φόβον φοβοῦμαι, ἔτι τε πρὸς τὴν ἑτέραν ἱστορίαν, Ταντάλου δίψαν διψῶ, Ταντάλου κῆπον τρυγῶμαι  —ZmGu


Or. 6.02 (mosch paraphr) κορυφῆς ὑπερτέλλοντα: τὸν ὑπεράνω τῆς κoρυφῆς δεδοικὼς πέτρον  —XXaXbTYGr


Or. 6.03 (rec gloss) ⟨κορυφῆς⟩: αὐτοῦ ἤτοι τοῦ ταντάλου  —R


Or. 6.04 (rec gloss) ⟨κορυφῆς⟩: αὐτοῦ  —ZmGu


Or. 6.05 (rec gloss) ⟨κορυφῆς⟩: ὑπὲρ ἄνω  —Zu


Or. 6.07 (vet gloss) ⟨ὑπερτέλλοντα⟩: ὑπερκείμενον  —MCOR


Or. 6.08 (vet gloss) ⟨ὑπερτέλλοντα⟩: ὑπὲρ ἄνω τῆς κε(φαλῆς) κείμενον  —V


Or. 6.09 (rec gloss) ⟨ὑπερτέλλοντα⟩: ὑπερέχοντα  —Sa


Or. 6.10 (thom gloss) ⟨ὑπερτέλλοντα⟩: ὑπερκρεμάμενον  —ZZaZmTZbGu


Or. 6.11 (rec gloss) ⟨ὑπερτέλλοντα⟩: ἀναφαινόμενον  —Gu


Or. 6.12 (rec gloss) ⟨ὑπερτέλλοντα⟩: κείμενον  —YZu


Or. 6.13 (vetThom gloss) ⟨δειμαίνων⟩: φοβούμενος  —VRZZaTZbGu


Or. 6.14 (rec gloss) ⟨πέτρον⟩: τὸν λίθον  —RY2


Or. 6.15 (rec gloss) ⟨πέτρον⟩: τὴν πέτραν  —Sa


Or. 6.16 (rec gloss) ⟨πέτρον⟩: τὴν μεγάλην πέτραν  —Zu


Or. 6.17 (vet exeg) ⟨πέτρον⟩: ἀρσεν(ικῶς) εἴρηται  —V


Or. 6.18 (thom artGloss) ⟨πέτρον⟩: τὸν  —ZZaZmTZbGu


Or. 6.19 (rec exeg) ⟨πέτρον⟩: ἰωνικὸν  —Gu


Or. 7.01 (vet exeg) ἀέρι ποτᾶται: 1ἐπεὶ διὰ γλωσσαλγίας ἥμαρτεν ὁ Τάνταλος, σιωπῇ αὐτὸν κολάζει ὁ Ζεύς.  2οὔτε γὰρ ἐν οὐρανῷ αὐτὸν τιμωρεῖται, ἵνα μὴ συνδιαλέγηται θεοῖς ἢ λαλούντων ἀκούῃ,  3οὔτε ἐπὶ γῆς, ὅπως μὴ ἐξείποι τοῖς ἀνθρώποις ἅτινα εἶδεν ἐν οὐρανῷ,  4οὔτε καθ’ Ἅιδου, ὡς μὴ καὶ ἄλλους ὁρῶν κολαζομένους ἁμαρτωλοὺς παραμυθοῖτο,  5ἀλλ’ ἐν ἀέρι μετέωρον, ὅπως μηδενὶ προσφθεγγόμενος μᾶλλον ἀνιῷτο.   —MBOCVRaRbSaY2


Or. 7.02 (thom exeg) ⟨ἀέρι ποτᾶται⟩: 1τινὲς μέν φασιν, ὧν ἐστι καὶ Εὐριπίδης, ἐν ἀέρι τὸν Τάνταλον κρέμασθαι κἀνταῦθα τὴν δίκην ὑπέχειν ὧν ἐξήμαρτεν ἐξειπὼν τοῖς βροτοῖς τὰ τῶν θεῶν ἀπόρρητα (τοῦτο γάρ ἐστι τὸ ‘ἀκόλαστον ἔσχε γλῶτταν’) καὶ τῆς ἀμβροσίας μεταδούς.  2ἕτεροι δὲ λέγουσιν ἐν ᾍδου τοῦτον κολάζεσθαι, ἱστάμενον μέσον ὕδατος ἄχρι τοῦ πώγωνος καὶ διψῶντα.  3ἡνίκα δὲ ἐπιχειρήσῃ πιεῖν, ἀθρόον τό τε ὕδωρ ἀφίσταται καὶ ὁ ἐν τῇ κεφαλῇ πέτρος κάτεισιν, ὡς δῆθεν τοῦτον πατάξων.  4οὐ μόνον δὲ οὗτος ἐν ᾍδου κολάζεται, ἀλλὰ καὶ Σίσυφος καὶ Τιτυὸς καὶ Ἰξίων καὶ αἱ Δαναοῦ παῖδες.   —ZZaZmTZbGu


Or. 7.03 (mosch gloss) ⟨ἀέρι⟩: κατὰ τὸν ἀέρα  —XXaXbTYGr


Or. 7.04 (thom gloss) ⟨ἀέρι⟩: ἐν  —ZaZb


Or. 7.05 (vet gloss) ⟨ποτᾶται⟩: μετεωρίζει  —V


Or. 7.06 (vet gloss) ⟨ποτᾶται⟩: πέτεται  —VR


Or. 7.07 (rec gloss) ⟨ποτᾶται⟩: μετεωρίζεται  —SaY2Gu


Or. 7.08 (rec gloss) ⟨ποτᾶται⟩: ἐξήπλωται  —Gu


Or. 7.09 (mosch gloss) ⟨ποτᾶται⟩: κρέμαται  —XXaXbTYGrZu


Or. 7.10 (thom gloss) ⟨ποτᾶται⟩: φέρεται ὥσπερ πτηνός  —ZZaZmTZbGu


Or. 7.11 (rec gram) ⟨ποτᾶται⟩:  1διὰ τί γρ(άφεται) στρωφάω στρωφῶ καὶ νωμῶ καὶ τρωπῶ μέγα, ποτάω δὲ καὶ? πετῶ μικρόν;  2φαμὲν γοῦν ὅσα ῥήματα βαρύτονα δισύλλαβα εὑρίσκεται ἀναλυόμενα εἰς δευτέραν συζυγίαν τῶν περισπωμένων, ἔχουσι δὲ καὶ ἀντιπαρακείμενον ὄνομα, γράφεται διὰ τοῦ ω μεγάλου, οἷον ἀπὸ τοῦ στρέφω βαρυτόνου ῥήματος λέγεται δευτέρᾳ συζυγίᾳ τὸ στρωφάω στρωφῶ, καὶ ἀντιπαρακείμενον ὄνομα ἡ στροφή.  3ἀπὸ τοῦ πέπω πωπάω πωπῶ.  4τὸ δὲ πέτω ἀναλύσαιμεν εἰς δευτέραν συζυγίαν τὸ ποτάω ποτῶ.  5οὐκ ἔχει δὲ ἀντιπαρακείμενον ὄνομα.  6πότος μὲν ἐστὶν ἀλλὰ τὸ συμπόσιον λέγεται, οὐ μὴν δὲ τὸ πότασμα, καὶ διὰ τοῦτο γράφεται μικρόν.   —Y2


Or. 7.12 (vetThom gloss) ⟨τίνει⟩: ἀνταποδίδωσι  —VRZZaZmTZbZuGu


Or. 7.13 (recMosch gloss) ⟨τίνει⟩: δίδωσι  —SaXXaXbTYGr


Or. 7.14 (vet gloss) ⟨δίκην⟩: τιμωρίαν  —VRZuGu


Or. 7.15 (mosch artGloss) ⟨δίκην⟩: τὴν  —XXaXbTYGr


Or. 8.01 (thom gloss) ⟨ὡς⟩: καθὰ  —ZZaZmTZbGu


Or. 8.02 (vet exeg) ⟨μὲν⟩: οὐκ ἀπέδωκε τῷ μέν τὸν δέ.  —MC


Or. 8.03 (mosch gloss) ⟨μὲν⟩: μὴν  —XXaXbYGr


Or. 8.04 (rec gloss) ⟨λέγουσι⟩: ὡς ἱστοροῦσιν  —Zu


Or. 8.05 (rec gloss) ⟨ὅτι⟩: διότι  —Gu


Or. 8.06 (rec gloss) ⟨ὤν⟩: ὁ τάνταλος  —R


Or. 9.01 (rec gloss) ⟨κοινὰ τραπέζης⟩: μετέσχεν  —Sa


Or. 9.02 (rec gloss) ⟨κοινῆς⟩: τοῖς θεοῖς  —R


Or. 9.03 (rec gloss) ⟨κοινῆς⟩: λέγω  —Zu


Or. 9.04 (vet exeg) ἀξίωμ’ ἔχων ἴσον: παρὰ τὸ ‘δαιτὸς ἐίσης’ [Hom. Il. 1.468, etc.].  —M


Or. 9.05 (mosch exeg) ⟨ἀξίωμ’ ἔχων ἴσον⟩: 1κοινῆς τραπέζης ἀξιούμενος ὤφειλεν εἰπεῖν.  2ἐπεὶ δὲ ἡ κοινὴ τράπεζα τὴν αὐτὴν τιμὴν τοῖς μεταλαμβάνουσιν αὐτῆς δίδωσιν, λέγει ‘ἀξίωμ’ ἔχων ἴσον’.   —XXaXbTYGr


Or. 9.06 (mosch gloss) ⟨ἀξίωμ’ ἔχων⟩: ἀξιούμενος  —XXbT


Or. 9.07 (recThom gloss) ⟨ἀξίωμ’⟩: τιμὴν  —RZZaZmTZbGu


Or. 9.08 (thom gloss) ⟨ἴσον⟩: ὅμοιον  —ZZaZbGu


Or. 9.09 (rec metr) ⟨ἴσον⟩: ὅρα ἐνταῦθα ὅπως χρῆται ὁ ποιητὴς τὸ ἴσον τὸ ι̅ ὡς βραχύ· οὐ γάρ ποτ’ ἐν τέλει στίχου ποὺς εὑρίσκεται συγκείμενος ἐκ μακροῦ καὶ βραχέος, ἀλλὰ τοὐναντίον.  —Gu


Or. 10.01 (vet exeg) ἀκόλαστον: 1ἐπὶ ἀκολάστῳ τινὶ λόγῳ φασὶν αὐτὸν κολάζεσθαι.  2εἰ γὰρ μετέδωκε τῆς ἀμβροσίας κατὰ τὸν Πίνδαρον [Ol. 1.60-63 sq.] τοῖς βροτοῖς, μᾶλλον ἂν τῆς φιλανθρωπίας παρὰ θεῶν ἐθαυμάζετο.   —MBCV


Or. 10.02 (vetThom gloss) ⟨ἀκόλαστον⟩: ἄσεμνον  —MCVRZZaZmTZbY2Gu


Or. 10.03 (rec gloss) ⟨ἀκόλαστον⟩: ἀκράτητον  —SaY2


Or. 10.04 (moschThom gloss) ⟨ἀκόλαστον⟩: ἀπαίδευτον  —XXaXbYGrZZaZmTZb


Or. 10.05 (rec exeg) ⟨ἀκόλαστον⟩: ὑβριστικὸν ἄτιμον ἀνουθέτητον. κολάζω κατὰ ἀττικοὺς τὸ νουθετῶ.  —Gu


Or. 10.06 (rec gloss) ⟨ἀκόλαστον⟩: ἄπαυστον  —Zu


Or. 10.07 (rec gloss) ⟨ἔσχε⟩: ἐκτήσατο  —Zm


Or. 10.08 (rec gloss) ⟨ἔσχε⟩: εἶχε  —SaZu


Or. 10.09 (vet exeg) αἰσχίστην νόσον: 1τὴν γλωσσαλγίαν φησὶν αἰσχίστην νόσον,  2ὅτι πορνεία μὲν καὶ γαστριμαργία καὶ τὰ λοιπὰ πάθη σὺν τῇ βλάβῃ ἔχουσί τι καὶ τερπνὸν, ἡ δὲ γλωσσαλγία καὶ τούτου ἐστέρηται,  3καὶ ὅτι τὰ μὲν ἄλλα πάθη τὸν χρώμενον βλάπτει, αὕτη δὲ καὶ κατὰ τοῦ θείου ὁπλίζεται.   —MBCVSaRaRbY2, O partial


Or. 10.10 (rec gloss) ⟨αἰσχίστην νόσον⟩: τὴν γλωσσαλγίαν  —Sa


Or. 10.11 (vet artGloss) ⟨αἰσχίστην⟩: τὴν  —O


Or. 10.12 (rec gloss) ⟨αἰσχίστην⟩: χαλεπὴν  —R


Or. 10.13 (vet gloss) ⟨αἰσχίστην⟩: κακίστην  —VZu


Or. 10.14 (thom exeg) ⟨αἰσχίστην⟩: κακίστην· οὐδὲν γὰρ ἀθυρογλώσσου φαυλότερον.  —ZZaZmTZbGu


Or. 10.15 (rec gloss) ⟨αἰσχίστην⟩: λέγω  —Gu


Or. 11.01 (vet exeg) οὗτος φυτεύει Πέλοπα: 1ἐξ Εὐρυθεμίστης τῆς Ξάνθου·  2ἢ Κλυτίας τῆς Ἀμφιδάμαντος, ὡς ἱστορεῖ Φερεκύδης [frg. 40] ἐν ι̅·  3ὡς δὲ ἱστορεῖ ⟨      ⟩ ἐξ Εὐρυανάσσης τῆς Πακτωλοῦ.   —MBC


Or. 11.02 (vetThom gloss) ⟨οὗτος⟩: ἤγουν ὁ τάνταλος  —VRZZaZmTZbGu


Or. 11.03 (vet exeg) ⟨φυτεύει⟩: ἀντὶ τοῦ γεννᾷ, μεταφορικῶς ἀπὸ τῶν δένδρων.  —MC


Or. 11.04 (rec exeg) ⟨φυτεύει⟩: μεταφορικῶς  —Gu


Or. 11.05 (vetThom gloss) ⟨φυτεύει⟩: γεννᾷ  —VRSaZZaZmZb


Or. 11.06 (mosch gloss) ⟨φυτεύει⟩: γεννᾷ· ἀντὶ τοῦ ἐγέννησεν  —XXaXbTYGr


Or. 11.07 (rec gloss) ⟨φυτεύει⟩: ἐφύτευσεν ἐγέννησεν  —Zu


Or. 11.08 (rec artGloss) ⟨πέλοπα⟩: τὸν  —R


Or. 11.09 (rec gloss) ⟨τοῦ δ’⟩: καὶ ἀπὸ τούτου  —R


Or. 11.10 (vet gloss) ⟨τοῦ⟩: ἤγουν τοῦ πέλοπος  —V


Or. 11.11 (rec gloss) ⟨τοῦ⟩: ἀπὸ τοῦ πέλοπος ⟨καὶ⟩ ἀερόπης  —Sa


Or. 11.12 (mosch gloss) ⟨τοῦ⟩: ἀπὸ  —XXaXbTYGrZu


Or. 11.13 (vetThom gloss) ⟨ἔφυ⟩: ἐγεννήθη  —VZZaZmTZbZuGu


Or. 11.14 (tri metr) ⟨ἔφυ⟩: long mark over υ  —T


Or. 12.01 (vet exeg) ᾧ στέμματα ξήνασα:  1τὸν τῆς ἀρχῆς στέφανον.  2Αἰσχίνης γὰρ στέμματα τὰ ἔριά φησιν ἀπὸ τοῦ στέφειν τὰς ἠλακάτας·  3ἐξ ὧν γίνονται οἱ στέφανοι τῶν βασιλέων.  4ξήνασα δὲ ἀντὶ τοῦ προξενήσασα καὶ παρασχομένη.  5ὁ δὲ νοῦς· ἡ τῷ Ἀτρεῖ τὴν βασιλείαν περιποιησαμένη θεὰ πόλεμον καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἐπέκλωσε.  6γράφεται δὲ καὶ Ἔρις, ἵν’ ᾖ· ἡ θεὰ Ἔρις τὸν πόλεμον ἐπέκλωσε Θυέστῃ καὶ Ἀτρεῖ.  7οὐ παράλογον δὲ καὶ ἄλλον θεὸν ἐπικλώθειν ὡς καὶ τὰς Μοίρας.  8Ὅμηρος γοῦν φησι [Od. 1.17]· ‘τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι’.   —MCVBRaSa, (partial) Rb1Rb2Rb3


Or. 12.02 (vet paraphr) ⟨ᾧ στέμματα ξήνασα⟩: ἡ θεὰ ἡ τῷ ἀτρεῖ τὴν βασιλείαν παρασχομένη πόλεμον καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἀπέκλωσεν.  —O


Or. 12.03 (vet exeg) ᾧ στέμματα ξήνασα: 1τοῦτό φησιν ὅτι ἡ Μοῖρα βασιλείαν μελετήσασα τῷ Ἀτρεῖ οὐ καθαρὰν ταύτην αὐτῷ ἐχαρίσατο, ἀλλὰ διὰ τῆς ἀδελφικῆς συμφορᾶς.  2δύο γὰρ ὄντοιν ἀδελφοῖν Πελοπίδαιν Θυέστου καὶ Ἀτρέως, τῆς βασιλείας ὀφειλομένης τῷ Θυέστῃ ὡς πρωτοτόκῳ, ταύτην ἡ Μοῖρα τῷ δευτέρῳ, Ἀτρεῖ, περιεποιήσατο.  3ἐκεῖνον μὲν γὰρ ἡ φύσις ἐκάλει πρὸς τὴν ἀρχήν, τοῦτον δὲ ἡ πονηρία καὶ ἐπιτέχνησις εἰς τὸ κράτος ἀνήγαγε.  4ταύτην γὰρ τὴν πονηρίαν καὶ ἐπιτέχνησιν Μοῖραν ἐμυθεύσαντο οἱ σοφοί·  5μόρος γὰρ λέγεται ἡ κακοπάθεια καὶ μορεῖν τὸ κακοπαθεῖν·  6ὅθεν προσλήψει τοῦ ἰῶτα μοῖρα·  7ἡ γὰρ πονηρία μετὰ πλείστης κακοπαθείας καὶ μόχθου νικᾷ τὴν εὐθύτητα.  8διὰ τοῦτο καὶ λέγεται ἡ Μοῖρα κλώθουσα καὶ ξαίνουσα.   —V


Or. 12.04 (rec paraphr) ᾧ καὶ ᾧτινι τῷ ἀτρεῖ ἡ θεὰ καὶ κλωθὼ ξήνασα καὶ παρασχοῦσα ἢ ἐριουργήσασα τὰ στέμματα καὶ τὴν βασιλείαν ἐπέκλωσε καὶ ἐπέδωκεν ὤστε θέσθαι καὶ ποιήσασθαι ἔριν καὶ πόλεμον τῷ θυέστῃ ὄντι συγγόνῳ καὶ ἀδελφῷ.  —Y2


Or. 12.05 (rec paraphr) ⟨ᾧ στέμματα ξήνασ’⟩: ἤγουν τῷ ἀτρεῖ τὰ τῆς βασιλείας κατασκευάσασα  —Zu


Or. 12.06 (recThom gloss) ⟨ᾧ⟩: ἀτρεῖ  —SaZZaZmTZbYGu


Or. 12.07 (rec gloss) ⟨ᾧ⟩: οὖν  —R


Or. 12.07 (rec paraphr) ⟨στέμματα ξήνσασ’⟩: τὸν τῆς ἀρχῆς στέφανον περιποιησαμένη  —Y2


Or. 12.08 (vetMoschThom gloss) ⟨στέμματα⟩: βασιλείαν  —VSaXXaXbYGrZZaZmTZb


Or. 12.09 (rec gloss) ⟨στέμματα⟩: στέφη  —R


Or. 12.10 (rec exeg) ⟨στέμματα⟩: βασίλεια· ἀπὸ συμβόλου τὸ κύριον.  —Gu


Or. 12.11 (vet gloss) ⟨ξήνασ’⟩: προξενήσασα  —OVRY2Gu


Or. 12.12 (vet gloss) ⟨ξήνασ’⟩: ἐριουργήσασα καὶ κατασκευάσασα  —V


Or. 12.13 (rec gloss) ⟨ξήνασ’⟩: ἐριουργήσασα  —SaGu


Or. 12.14 (mosch gloss) ⟨ξήνασ’⟩: κατασκευάσασα  —XXaXbTZbYGr


Or. 12.15 (rec gloss) ⟨ξήνασ’⟩: διαλύσασα  —Zm


Or. 12.16 (rec exeg) ⟨ξήνασ’⟩: ἀπὸ τοῦ ξήνω τὸ διαλύω. ἐπεὶ γὰρ εἶπεν ἐπέκλωσε, ?ἀναμοῖον/ἦν ομοῖον? ὅτι τὰ κλώσματα πρῶτον ξαίνονται, εἶτε κλώθονται.  —Y2


Or. 12.17 (tri metr) ⟨ξήνασ’⟩: long mark over α  —T


Or. 12.18 (thom exeg) ⟨ἐπέκλωσε θεὰ⟩:  1τρεῖς εἰσὶ Μοῖραι, Κλωθώ, Λάχεσις καὶ Ἄτροπος.  2τούτων ἡ μὲν Κλωθὼ τὰ ἑνὶ ἑκάστῳ μέλλοντα συμβήσεσθαι κλώθει καὶ κατασκευάζει, ἡ δὲ Λάχεσις λαγχάνει καὶ κληροῖ καὶ ἐπικυροῖ ταῦτα καὶ οἷον ἐπισφαγίζει, ἡ δὲ Ἄτροπος ἄτρεπτα καὶ ἀμετακίνητα καὶ ὡς οὐκ ἂν ἄλλως γενησόμενα τίθησι.  3τὸ δὲ ξήνασα διὰ τοῦτο προσέθηκε, διότι ἐπέκλωσεν εἶπε.  4ξαίνουσι γὰρ πρῶτον τὸ ἔριον αἱ βουλόμεναι νῆμα κατασκευάσαι γυναῖκες.   —ZZaZmTZbGu


Or. 12.19 (rec gloss) ⟨ἐπέκλωσεν⟩: [1-2 wds.] ἐπέθηκεν  —R


Or. 12.20 (rec gloss) ⟨ἐπέκλωσεν⟩: τὴν [1 wd.]  —Y2


Or. 12.21 (mosch gloss) ⟨ἐπέκλωσεν⟩: εἱμαρμένον ἐποίησε  —XaXbTYGr


Or. 12.22 (rec gloss) ⟨ἐπέκλωσεν⟩: κατεσκεύασεν  —Gu


Or. 12.23 (rec gloss) ⟨ἐπέκλωσεν⟩: διήγειρε  —Zu, app. R


Or. 12.24 (rec gloss) ⟨θεά⟩: ἥρα ἢ ?ἄλλη? θεά  —R, perhaps Sa


Or. 12.25 (rec gloss) ⟨θεά⟩: ἤγουν ἡ ἥρα ἡ θεὰ ἢ ἡ μοῖρα ἢ ἡ θεὰ ἔρις  —V3


Or. 12.26 (mosch gloss) ⟨θεά⟩: ἡ μοῖρα ἡ κλωθώ  —XXaXbTYGr


Or. 12.27 (thom gloss) ⟨θεά⟩: κλωθώ  —ZZaZmZb


Or. 12.28 (rec gloss) ⟨θεά⟩: ἤγουν ἡ τύχη  —ZuGu


Or. 12.29 (tri metr) ⟨θεά⟩: long mark over α  —T


Or. 13.01 (rec exeg) ἔριν θυέστη: 1ἔριν πόλεμον ἀρσενικὸν, τὸν ἐριστικὸν.  2ὡς τὸ Ἡσιόδειον [Hes. Op. 191-2] ‘μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν ἀνέρα τιμήσουσιν’.   —RaRb


Or. 13.02 (vet exeg) ⟨ἔριν⟩: ἀρσενικὸν ἤγουν τὸν ἐριστικὸν πόλεμον  —VY2


Or. 13.03 (rec gloss) ⟨ἔριν⟩: ἐριστικὸν πολεμικὸν  —R


Or. 13.04 (vet exeg) ⟨ἔριν⟩: ἀντὶ τοῦ τὴν αἰτίαν τῆς φιλονεικίας αὐτῶν  —MC


Or. 13.05 (rec exeg) ⟨ἔριν⟩: ἔρια πλέξασα ἡ ἥρα  —Sa


Or. 13.06 (rec gloss) ⟨ἔριν⟩: μάχην  —Zbg


Or. 13.07 (rec gloss) ⟨ἔριν⟩: καὶ φιλονεικίαν καὶ πόλεμον  —Zu


Or. 13.08 (mosch artGloss) ⟨θυέστῃ⟩: τῶ  —XXaXbTYGr


Or. 13.09 (rec gloss) ⟨πόλεμον⟩: πολεμικὸν  —Gu


Or. 13.10 (tri exeg) ⟨πόλεμον⟩: ἀσυνδέτως τοῦτο λέγει  —T


Or. 13.11 (vet exeg) ⟨ὄντι συγγόνῳ⟩: ἀντὶ τοῦ πρὸς Θυέστην ὄντα σύγγονον θέσθαι  —MCVY2


Or. 13.12 (vetMoschThom gloss) ⟨συγγόνῳ⟩: ἀδελφῷ  —VRSaXXaXbTGrYZZaZmZbZu


Or. 13.13 (rec gloss) ⟨συγγόνῳ⟩: αὐτοῦ τοῦ ἀτρέως  —Gu


Or. 13.14 (vet gloss) ⟨θέσθαι⟩: ὥστε  —VSa


Or. 13.15 (rec gloss) ⟨θέσθαι⟩: ποιῆσαι βαλεῖν  —R


Or. 13.16 (mosch gloss) ⟨θέσθαι⟩: ὥστε ποιῆσαι  —XXaXbTYGr


Or. 13.17 (thom gloss) ⟨θέσθαι⟩: ποιῆσαι  —ZZaZmZbZu


Or. 13.18 (rec gloss) ⟨θέσθαι⟩: ποιήσασθαι  —Gu


Or. 14.01 (vet exeg) τί τἄρρητα ἀναμετρήσασθαι:  1διὰ τοῦ ἀναμετρήσασθαι τὸ πλῆθος τῶν κακῶν ἐσήμηνεν.  2ἢ οὖν ὡς πολλὰ, ἢ ὡς ἄτοπα παραπέμπεται.  3ἢ ὡς παρθένος παραιτεῖται λέγειν διὰ τὴν μοιχείαν Θυέστου, ἢ τὴν ἄθεσμον Αἰγίσθου γονήν.  4ἐκ γὰρ Πελοπίας τῆς θυγατρὸς ἐποίησεν αὐτὸν Θυέστης.   —MBCVRaRbSa


Or. 14.02 (vet exeg) τί τἄρρητα:  1ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης τῆς Ἠλέκτρας ἐκλαληθῆναί φησιν ὁ ποιητὴς δι’ αὐτῆς τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ, ἤγουν τί με δεῖ τὰ μὴ ἐνδεχόμενα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι {χρεών}.  2ἤτοι ἀπαριθμήσασθαι, ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκθεῖναι.   —V


Or. 14.03 (rec exeg) τί τἄρρητα ἀναμετρήσασθαι με δεῖ:  1ἢ διὰ τὸ πλῆθος τῶν κακῶν παρῃτήσατο λέγειν αὐτὰ ἢ διὰ τὴν μοιχείαν τοῦ ἀτρέως καὶ τὴν μετὰ τῆς γυναικὸς τοῦ θυέστου ὡς παρθένος ἡ ἠλέκτρα οὐκ ἠνέσχετο ἐξειπεῖν ταῦτα.  2λέγουσι γὰρ ὡς ὁ ἀτρεὺς μοιχεύσας τὴν τοῦ ἀδελφοῦ θυέστου γυναῖκα εἶχον πολέμους καὶ ἔριδας εἰς τὸ ἑξῆς.  3ὥστε σφάξαι τὸν ἀτρέα τὰ τοῦ θυέστου τέκνα καὶ παραθεῖναι αὐτῶ ταῦτα εἰς τροφήν.  4ἀπελθὼν γοῦν ὁ θυέστης εἰς τὸ μαντεῖον τοῦ ἀπόλλωνος ἐζήτει χρησμὸν πῶς ἂν λάβη ἀπὸ τοῦ ἀτρέως εἰς τὴν γυναῖκα αὐτοῦ ἣν ἐμοίχευσε καὶ εἰς τὸν φόνον ὃν εἰργάσατο τῶν παίδων αὐτοῦ.  5ἐχρησμοδοτήθη τοίνυν ὡς ὁ υἱὸς αὐτοῦ ὁ αἴγισθος μοιχεύσει τὴν τοῦ υἱοῦ τοῦ ἀτρέως τοῦ ἀγαμέμνονος γυναῖκα, εἶτα συμβῆναι μέσον αὐτῶν μάχας καὶ πολέμους, ὅπερ ἐγένετο.   —Y2


Or. 14.04 (mosch gloss) ⟨τί⟩: κατὰ τί, ἀντὶ τοῦ οὐδὲν  —XXaXbTYGr


Or. 14.05 (rec exeg) ⟨τί⟩: παρασιώπησις τὸ σχῆμα  —Zu


Or. 14.06 (vet exeg) ⟨τἄρρητ’⟩: ἢ ὡς πόλλα ἢ ἄτοπα παραπέμπεται.  —V


Or. 14.07 (mosch exeg) ⟨τἄρρητ’⟩: τὰ μὴ πρέποντα λέγεσθαι ὡς αἰσχρὰ. λέγει δὲ τὰ τῆς μοιχείας τοῦ θυέστου  —XXaXbTYGr


Or. 14.08 (thom exeg) τἄρρητ’: τὰ μὴ δυνάμενα ῥηθῆναι διὰ τὸ πλῆθος ἢ διὰ τὸ εἶναι δύσφημα  —ZZaZmTZbGu


Or. 14.09 (rec exeg) ⟨τἄρρητ’⟩: δύσφημα ἢ ὡς πολλὰ ἢ ὡς ἄτοπα παραπέμπεται, ἢ ὡς παρθήνος παραιτεῖται λέγειν διὰ τὴν μοιχείαν θυέστου  —Zu


Or. 14.10 (mosch exeg) ⟨ἀναμετρήσασθαι⟩:  1‘ἀνεμέτρει τὸ χωρίον’ παρ’ Ἀριστοφάνει [Aristoph. Nub. 152] ἀντὶ τοῦ διεμέτρει·  2ἀναμετρήσασθαι δὲ ἐνταῦθα ἀντὶ τοῦ ἀναλαβεῖν καὶ διηγήσασθαι, ἀπὸ μεταφορᾶς τῶν τὰ μετρηθέντα ἐξ ἀρχῆς ἀναλαμβανόντων καὶ μετρούντων.  3καθὸ λέγεται καὶ τὸ ‘ἀνακοινωσώμεθα τὸν λόγον’ παρὰ Πλάτωνι [Plato, Cratyl. 383a] ἀντὶ τοῦ ἐξ ἀρχῆς ἀναλαβόντες κοινωσώμεθα.   —XXaXbTYGr


Or. 14.11 (rec exeg) ⟨ἀναμετρήσασθαι⟩: ἀναψηφίσασθαι τὸ πλῆθος τῶν κακῶν  —R


Or. 14.12 (thom exeg) ⟨ἀναμετρήσασθαι⟩: τὸ ἀναμετρήσασθαι ἀντὶ τοῦ ἐξαριθμῆσαι καὶ καταλέξαι καὶ εἰπεῖν.  —ZmTZbGu


Or. 14.13 (rec gloss) ⟨ἀναμετρήσασθαι⟩: διηγορήσασθαι  —Sa


Or. 14.14 (rec gloss) ⟨ἀναμετρήσασθαι⟩: ἀναλαβεῖν καὶ διηγήσασθαι  —Gu


Or. 14.15 (rec gloss) ⟨ἀναμετρήσασθαι⟩: διηγήσασθαι  —ZbY


Or. 14.16 (rec gloss) ⟨ἀναμετρήσασθαι⟩: ἱστορῆσαι  —Zu


Or. 15.01 (vet exeg) ἔδαισε δ’ οὖν νιν: μετὰ τὸ ψωμισθῆναι τὰ τέκνα τὸν Θυέστην ἐχρήσθη ἐν τῇ Πυθοῖ ἐρωτῶντι, πῶς τιμωρήσεται τὸν ἀδελφόν, μιγῆναι τῇ θυγατρὶ Πελοπίᾳ καὶ τὸν ἐκ ταύτης γενόμενον δεινὰ κατεργάσεσθαι τοὺς Ἀτρείδας.  —MCVBORbSa


Or. 15.02 (vet gloss) ἔδαισε: ἐδείπνησεν  —MORaRb


Or. 15.03 (vetMosch gloss) ⟨ἔδαισε⟩: εὐώχησεν  —VRSaXXaXbTYGrZmZu


Or. 15.04 (vet gloss) ⟨ἔδαισε⟩: ἐψώμισε  —VY2


Or. 15.05 (thom gloss) ⟨ἔδαισε⟩: ἔθρεψε  —ZZaZmTZbGu


Or. 15.06 (rec gloss) ⟨ἔδαισε⟩: συνεδείπνισε  —Y2


Or. 15.07 (rec gloss) ⟨ἔδαισε⟩: εἰς βορὰν παρέθηκεν  —Y2

REF. SYMBOL: Y2


Or. 15.08 (vetMosch gloss) ⟨νιν⟩: αὐτὸν τὸν θυέστην  —VXXaXbTYGr


Or. 15.09 (recThom gloss) ⟨νιν⟩: τὸν θυέστην  —RSaZZaZmZbZu


Or. 15.10 (mosch exeg) ⟨τέκν’⟩: τὰ τέκνα αὐτοῦ τοῦ θυέστου  —XXaXbTGrY


Or. 15.11 (thom gloss) ⟨τέκν’⟩: αὐτοῦ  —ZZaZmZb


Or. 15.12 (rec gloss) ⟨τέκν’⟩: τοῦ θυέστου  —SaZu


Or. 15.13 (rec paraphr) ⟨ἀποκτείνας⟩: ἔδωκε αὐτὰ φαγεῖν αὐτῶ  —R


Or. 15.14 (tri gloss) ⟨ἀποκτείνας⟩: αὐτὰ  —T


Or. 15.15 (vet exeg) ἀτρεύς: ἐπειδὴ κακῆς πράξεως ὑπεμνήσθη, διὰ τοῦτο οὐκ εἶπεν ὁ πάππος ὁ ἐμός, ἀλλ’ ὁ Ἀτρεύς.  —MCVRaRb1Rb2


Or. 15.16 (rec exeg) ⟨ἀτρεύς⟩: 1ὁ μὲν ἀτρεὺς ἔσφαξε τοὺς παῖδας τοῦ ἀδελφοῦ αὐτοῦ τουτέστι τοῦ Θυέστου, καὶ εἶθ’ οὕτως παρέβαλε τῶ Θυέστη καὶ ἔφαγεν αὐτοὺς.  2ὁ μὲν ἀτρεὺς ἐφόνευσε τὰ τέκνα τοῦ Θύεστου, ὁ δὲ Θυέστης ἔγημε τὴν γυναῖκα τοῦ ἀτρέως, ἥτις ἀερο[   —Rb2


Or. 16.01 (recMosch gloss) ⟨ἀτρέως⟩: ἀπὸ  —V3RSaXXaXbTYGr


Or. 16.02 (vet exeg) ⟨τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας⟩: πάλιν τὴν μοιχείαν Ἀερόπης αἰνίττεται ἢ τὴν γονὴν Πλεισθένους ὃν ἀνείλε⟨το⟩ Θυέστης.  —MΟCRaRb


Or. 16.03 (rec exeg) ⟨τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας⟩: παρασιώπησις  —ZmGu


Or. 16.04 (rec exeg) ⟨τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας⟩: ἐπειδὴ ἀπὸ τῆς γυναικὸς ἀτυχίας ἀπώλετο.  —R


Or. 16.05 (thom exeg) τὰς ἐν μέσῳ τύχας: τὰ συμβάντα πρὸς ἀλλήλους κακὰ καὶ τὴν τῆς γυναικὸς αὐτοῦ πρὸς θυέστην μοιχείαν, καὶ ὅτι διὰ τοῦτο κατὰ θαλάσσης ταύτην ἀφῆκεν.  —ZZaZmTZbGu


Or. 16.06 (rec gloss) ⟨ἐν μέσῳ⟩: τὰς γενομένας  —Zu


Or. 16.07 (rec gloss) ⟨τύχας⟩: δυστυχίας  —Gu


Or. 17.01 (17-18) (rec exeg) ἀπὸ τῆς χρυσίππης ὁ ἀγαμέμνων, ἀπὸ τῆς ἀερόπης ὁ μενέλαος  —Sa


Or. 17.02 (rec exeg) ἐπίκρισις ἐστὶ τὸ σχῆμα, ἡ καὶ ἐπιδιόρθωσις καλουμένη  —Zu


Or. 17.03 (rec exeg) πῶς? ἐνδέχεται καλέσαι αὐτὸν κλεινὸν διὰ τὴν τῆς γυναικὸς αὐτοῦ μοιχείαν καὶ? νομίζεσθαι ἀθλίως φονευθῆναι?  —Y2


Or. 17.04 (thom exeg) ⟨κλεινὸς (first)⟩: ὡς ὑπὲρ τῆς ἑλλάδος εἰς τροίαν στρατεύσας  —ZZaZmTZbGu


Or. 17.05 (rec exeg) εἰ δὴ κλεινὸς:  1τινὲς ὡς ἐνδοιάζουσαν τὴν ἠλέκτραν φάναι τοῦτο.  2πρότερον μὲν γὰρ κλεινὸς ἦν ἀρχηγὸς πάντων ἑλλήνων γενόμενος.  3εἶτα μοιχευθείσης τῆς γυναικὸς αὐτοῦ γενέσθαι τοῦτο εἰς ἀτιμίαν.  4ὕστερὸν δὲ ἀνενδοιάστως λέγουσι εἰπεῖν τοῦτο τὴν ἠλέκτραν.  5πῶς γὰρ ἔμελλεν ἐνδοιάζεσθαι εἰς τὸν πατέρα αὐτῆς, λέγουσα οὕτω δὴ ὁ κλεινὸς ἀγαμέμνων ἐπειδὴ κλεινὸς ὑπῆχεν.   —Y2


Or. 17.06 (rec gloss) ⟨εἰ δὴ⟩: εἰ ἦν ποτε  —R


Or. 17.07 (rec gloss) ⟨εἰ δὴ⟩: καὶ ἐπειδὴ  —Zu


Or. 17.08 (rec exeg) ⟨κλεινὸς (second)⟩: ἐπεὶ ὑπὸ τῆς γυναικὸς ἀπώλετο  —Rb


Or. 17.09 (moschThom gloss) ⟨κλεινὸς (second)⟩: ἦν  —XXaXbGrYZZmT


Or. 17.10 (thom exeg) κλεινὸς (second): ὡς ἀθλίως ἀποθανών  —ZZaZmTZbGu


Or. 17.11 (thom gloss) ⟨ἔφυ⟩: ἐγεννήθη  —Z1ZaZu


Or. 17.12 (tri metr) ⟨ἔφυ⟩: long mark over υ  —T


Or. 18.01 (vet exeg) Μενέλεως τε Κρήσσης:  1οὐ γὰρ ἂν Ἑλληνὶς γυνὴ τοιαῦτα ἔπραξε.  2τοῦτο οὖν προσέθηκεν ἐλευθερῶν μὲν τὰς Ἑλληνίδας, κωμῳδῶν δὲ τὰς Κρήσσας.   —MMiCVRaRbSa


Or. 18.02 (mosch metr) ⟨μενέλεως⟩: συνίζησις  —XXaXbTGrY


Or. 18.03 (rec exeg) ⟨κρήσσης⟩: δίκαιον ὀνομάζεσθαι· αἱ κρητικαὶ γυναῖκες ἀσελ[γεῖς]  —Sa


Or. 18.04 (vetThom gloss) ⟨κρήσσης⟩: κρητικῆς  —VRZZmTZbZuGu


Or. 18.05 (rec gloss) ⟨κρήσσης⟩: τῆς ἀπὸ τῆς κρήτης χώρας  —Y


Or. 18.06 (vet exeg) ⟨ἀερόπης ἄπο⟩: ἀντιστροφὴ ἀπὸ ἀερόπης  —V


Or. 18.07 (rec exeg) ⟨ἄπο⟩: ἀναστροφή  —Zu


Or. 19.01 (mosch exeg) γαμεῖ: εἰς γυναῖκα λαμβάνει, ἀντὶ τοῦ εἰς γυναῖκα ἔλαβεν  —XXaXbTYGr


Or. 19.02 (thom exeg) ⟨γαμεῖ⟩: εἰς γάμον ἠγάγετο  —ZZmTZbZuGu


Or. 19.03 (rec exeg) ⟨τὴν θεοῖς στυγουμένην⟩: ἣν στυγήσειαν καὶ ἣν μισήσειαν οἱ θεοί  —Sa


Or. 19.04 (rec gloss) ⟨θεοῖς⟩: παρὰ τοῖς  —Gu


Or. 19.05 (rec gloss) ⟨θεοῖς⟩: ὑπὸ τῶν θεῶν  —Zu


Or. 19.06 (vet exeg) στυγουμένην: οὐχ ὡς μισουμένην παρὰ θεῶν προφανῶς ἡ Ἠλέκτρα εἶπεν, ἀλλ’ ὡς ἐν εὐχῆς τρόπῳ καὶ ὡς ἐὰν οὕτως εἶπεν· ἣν μισήσειαν οἱ θεοί.  —VZu


Or. 19.07 (rec exeg) ⟨στυγουμένην⟩: οὐχ ὡς μισουμένην παρὰ τῶν θεῶν φανερῶς ἡ Ἠλέκτρα εἶπεν τὴν ἑλένην· ἐκείνη γὰρ μᾶλλον ἠγαπᾶτο παρ’ αὐτῶν, ἀλλ’ ὡς ἐν ἀρᾶς τρόπῳ οἷονπερ εἴθε μισήσειαν οἱ θεοί ὡς ἔμπροσθεν φησί.  —Y2


Or. 19.08 (rec gloss) ⟨στυγουμένην⟩: μισουμένην  —RZbgGu


Or. 19.09 (mosch gloss) ⟨στυγουμένην⟩: τὴν θεομίσητον  —XXaXbTYGr


Or. 19.10 (thom exeg) ⟨στυγουμένην⟩: διὰ τὸ πολλῶν κακῶν αἰτίαν γενέσθαι  —ZZmTZbGu


Or. 20.01 (rec gloss) ⟨μενέλεως⟩: λέγω  —Zu


Or. 20.02 (tri metr) ⟨μενέλεως⟩: συνίζησις  —T


Or. 20.03 (rec gloss) ⟨ὁ δὲ⟩: ὁ ἀγαμέμνων  —Gu


Or. 20.04 (thom exeg) ⟨ὁ δὲ⟩: γαμεῖ ἔξωθεν  —Z1ZaZb


Or. 20.05 (rec exeg) ⟨ὁ δὲ⟩: γαμεῖ καὶ εἰς γάμον ἤγαγε  —Zu


Or. 20.06 (mosch exeg) ⟨κλυταιμνήστρας λέχος⟩: ἀντὶ τοῦ τὴν κλυταιμνήστραν περιφραστικῶς  —XXaTYGr


Or. 20.07 (rec gloss) ⟨λέχος⟩: τὴν κοίτην  —RGu


Or. 20.08 (rec exeg) ⟨λέχος⟩: ἐτυ[μο]λογεῖτ[αι] ἀπὸ τ[οῦ] λέ[ ] (vel λύ[ ]) ἔχει[ν]  —X


Or. 21.01 (vet exeg) ἐπίσημον: 1τὸ ἐπίσημον ἐπὶ σωφροσύνῃ ἔφη, ὡς Ὅμηρος [Od. 2.265]·  2‘ἡ δή τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητ’ ἀγαθῇσιν’.  3ἢ οὖν πρὸ τούτου ἐπίσημον ἢ νῦν ἐπὶ μοιχείᾳ ἐπίσημον.   —MBCVRb


Or. 21.02 (vet exeg) ⟨ἐπίσημον⟩: ἤτοι φανερὸν καὶ διάδηλον καὶ περίφημον ἐπὶ μοιχείᾳ  —V


Or. 21.03 (vet exeg) ⟨ἐπίσημον⟩: διάδηλον φημιζόμενον ἢ ἐπὶ σωφροσύνῃ ἣν πρότερον εἶχεν ἡ κλυταιμνήστρα ἢ ἐπ’ αἰσχρουργίᾳ ἣν †ἐπ⟨ε⟩σείξατο  —V


Or. 21.04 (rec gloss) ⟨ἐπίσημον⟩: περίφημον ὂν εἰς τοὺς  —R


Or. 21.05 (rec exeg) ⟨ἐπίσημον⟩: τὸ ἐπίσημον ἐπὶ σωφροσύνῃ ἢ διὰ τὴν μοιχείαν  —R


Or. 21.06 (rec exeg) ⟨ἐπίσημον⟩: ἢ διὰ τὴν προτέραν σωφροσύνην ἢ διὰ τὴν μοιχείαν ἣν ἐποίησεν ὕστερον  —Sa


Or. 21.07 (mosch exeg) ἐπίσημον: διάδηλον διὰ τὸν φόνον  —XXaXbTYGr


Or. 21.08 (thom exeg) ἐπίσημον: τὸ διάδηλον περιβόητον διὰ την ἀνυπέρβλητον ὕστερον αὐτῆς κακίαν  —ZZaZmTZbGu


Or. 21.09 (rec exeg) ⟨ἐπίσημον⟩: ἐπίσημον καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ, ἐνταῦθα ἐπὶ κακοῦ  —Gu


Or. 21.10 (rec gloss) ⟨ἐπίσημον⟩: ἔνδοξον  —Gu


Or. 21.11 (rec exeg) ⟨ἐπίσημον⟩: καὶ τὸ λαμπρὸν διὰ τὴν σωφροσύνην ἣν εἶχε πρότερον  —Zu


Or. 21.12 (rec gloss) ⟨ἀγαμέμνων⟩: λέγω  —Zu


Or. 22.01 (22-24) (mosch paraphr) τὸ ἑξῆς· ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς μητρὸς ἀνοσιωτάτης, ἡ Χρυσόθεμις καὶ ἡ Ἰφιγένεια καὶ ἐγὼ ἡ Ἠλέκτρα καὶ ἄρσην ὁ Ὀρέστης.  —XXaXbTYGr


Or. 22.02 (vet exeg) ᾧ παρθένοι μὲν τρεῖς:  1Ὅμηρος [Il. 10.145]· ‘Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα’.  2οὗτος Ἰφιγένειαν τὴν Ἰφιάνασσαν καλεῖ, Ἠλέκτραν δὲ τὴν Λαοδίκην διὰ τὸ πολυχρόνιον ἴσως τῆς παρθενίας οἷον ἄλεκτρός τις οὖσα,  3ὡς αὐτός φησιν [71-2]· ‘ὦ παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου’.   —MBCVBRaRbSa


Or. 22.03 (vet gloss) ⟨ᾧ⟩: τῷ ἀγαμέμνονι  —VRSaGuY


Or. 22.04 (rec gloss) ⟨ᾧ⟩: ἀφ’ οὗ τοῦ ἀγαμέμνονος  —V3ZuY2


Or. 22.05 (vet gloss) ⟨ἐκ μιᾶς⟩: ἤγουν ἀπὸ τῆς κλυταιμνήστρας  —V


Or. 22.06 (recThom gloss) ⟨ἔφυμεν⟩: ἐγεννήθημεν  —RZ1ZaZbZu


Or. 22.07 (tri metr) ⟨ἔφυμεν⟩: long mark over υ  —T


Or. 23.01 (rec exeg) οὗτος ὁ ποιητὴς τρεῖς λέγει θυγατέρας γεννηθῆναι τῷ Ἀγαμέμνονι, ὁ δὲ Σοφοκλῆς ἐν τῷ δευτέρῳ δράματι [El. 157] τέσσαρας μετὰ τῆς Ἰφιανάσσης.  —Gu


Or. 23.02 (vet exeg) ⟨χρυσόθεμις⟩: τὴν μὲν χρυσόθεμιν ἥρπαζεν ὁ ἀπόλλων, τὴν δὲ ἰφιγένειαν ἔθυσαν τῆ ἀρτέμιδι κατὰ χρησμὸν τὸν δοθέντα τοῖς ἕλλησιν.  —Rb


Or. 23.03 (rec exeg) ⟨χρυσόθεμις⟩: καὶ Ὅμηρος [Il. 10.145]· ‘Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα’  —Gu


Or. 23.04 (rec metr) ⟨χρυσόθεμις⟩: δάκτυλος  —Gu


Or. 23.05 (vet exeg) ⟨ἰφιγένειά⟩: τὴν ἰφιάνασσαν  —O


Or. 23.06 (rec exeg) ⟨ἰφιγένειά⟩: ἡ πρὶν ἰφιάνασσα  —ZuY2


Or. 23.07 (rec exeg) ⟨ἰφιγένειά⟩: αὕτη ἐν τῆ Αὐλίδι τῆ Ἀρτέμιδι τέθυται τὰς πνοὰς ἐπισχούση τοῖς Ἕλλησιν ὅτε κατὰ τῶν Τρώων ἀνάγεσθαι ἔμελλον εἰς ἄμυναν τῆς ἁρπαγῆς τῆς Ἑλένης.  —Zm


Or. 23.08 (rec gloss) ⟨ἠλέκτρα⟩: παρὰ τὸ ἄλεκτρον αὐτὴν εἶναι διὰ [τὸ πολυχρόνιον] τῆς παρθενίας  —O


Or. 23.09 (vet exeg) ⟨ἠλέκτρα⟩: τὴν ἀλλαχοῦ λαοδίκην  —O


Or. 23.10 (vet exeg) ⟨ἠλέκτρα⟩: ἡ πρὶν λαοδίκη  —VZuY2


Or. 23.11 (rec exeg) ⟨ἠλέκτρα⟩: ἱστοροῦσι τινὲς ὡς ἠλέκτρα πρῶτον μὲν ἐκαλεῖτο ἰφιάνασσα, διὰ δὲ τὸ παραταθῆναι εἰς μακρὸν τὸν τῆς παρθενίας αὐτῆς καιρὸν καὶ ἄνανδρον μεῖναι μέχρι πολλοῦ, οὕτως ἐκλήθη, ὡς ἔστι συμβαλεῖν τοῦτο ἀπὸ τῆς ἐτυμολογίας τοῦ ὀνόματος· ἀπὸ γὰρ τοῦ α̅ στερητικοῦ μορίου [καὶ] τοῦ λέκτρον ἡ κοίτη.  —Gu


Or. 24.01 (vet exeg) ἄρσην τ’ ὀρέστην: τὸ ἄρσην Ὁμηρικῶς, ὡς τὸ [Hom. Od. 1.1] ‘ἄνδρα μοι ἔννεπε Μοῦσα’.  —MOVR


Or. 24.02 (rec gram) ⟨ἄρσην⟩: ἄρρην μὲν κοινὸν ἄρσην δὲ αἰολικῶς τροπῇ τοῦ ρ εἰς σ ὡς τὸ πυρρὸς πυρσὸς καὶ θαρρῶ θαρσὸς.  —Zu


Or. 24.03 (rec gloss) ⟨μητρὸς⟩: ἀπὸ μιᾶς  —Sa


Or. 24.04 (rec gloss) ⟨μητρὸς⟩: ἀπὸ  —Gu


Or. 24.05 (rec gloss) ⟨μητρὸς⟩: ἤγουν τῆς κλυταιμνήστρας  —Zu


Or. 24.06 (rec exeg) ⟨ἀνοσιωτάτης⟩: διὰ τὴν μοιχείαν καὶ τὸν φόνον  —Y2


Or. 24.07 (moschThom gloss) ⟨ἀνοσιωτάτης⟩: ἀδικωτάτης  —XXaXbTYGrZZaZmZb


Or. 25.01 (vet gloss) ⟨ἣ⟩: ἥτις ἡ κλυταιμνήστρα  —V


Or. 25.02 (rec gloss) ⟨πόσιν⟩: τὸν αὐτῆς  —R


Or. 25.03 (recThom gloss) ⟨πόσιν⟩: ἄνδρα  —RZZaZmTZbGu


Or. 25.04 (vet exeg) ἀπείρῳ περιβαλοῦσ’ ὑφάσματι: ἡ γὰρ Κλυταιμνήστρα χιτῶνα ὕφανεν οὔτε ταῖς χερσὶν οὔτε τῇ κεφαλῇ ἔκδυσιν ἔχοντα, ὅπως μὴ Ἀγαμέμνων ἀμύνασθαι δύνηται τοὺς φονεύοντας.  —MBCVRb1Rb2


Or. 25.05 (vet exeg) καὶ ἄλλως:  1ἀντὶ τοῦ χιτῶνι.  2ἄπειρον ὃ οὐκ ἦν περᾶσαι χερσὶν ἢ κεφαλῇ, ὥσπερ ἄπειρον δίκτυόν φασιν.  3καλῶς δὲ τὸ πόσιν· εἰ γὰρ εἶπε τὸν ἐμὸν πατέρα, δι’ ἑαυτὴν ἐδόκει ἂν κατηγορεῖν τῆς μητρός.  4Αἰσχύλος δέ φησιν [fr. 375]· ‘ἀμήχανον τεύχημα καὶ δυσέκλυτον’.   —MBCVRaRb


Or. 25.06 (vet exeg) ⟨ἀπείρῳ⟩: τῶ μὴ ἔχοντι πέρας, τῶ ἀτραχηλώτω  —OVRY2


Or. 25.07 (recMosch gloss) ⟨ἀπείρῳ⟩: κυκλοτερεῖ  —SaXXaXbTYGr


Or. 25.08 (rec gloss) ⟨ἀπείρῳ⟩: ἀδιεξοδεύτῳ  —Gu


Or. 25.09 (rec gloss) ⟨ἀπείρῳ⟩: ἀπεράτῳ ἀτρυπήτῳ  —Zu


Or. 25.10 (rec exeg) ⟨ἀπείρῳ⟩: διὰ τὸ μήτε ταῖς χερσὶν μήτε τῇ κεφαλῇ ἔκδυσιν ἔχειν ὡς παρὰ Αἰσχύλῳ  —Y2


Or. 25.11 (recThom gloss) ⟨περιβαλοῦσ’⟩: ἐνδύσασα  —RZZmTZuGu


Or. 25.12 (thom gloss) ⟨περιβαλοῦσ’⟩: περικαλύψασα  —ZmTGu


Or. 25.13 (rec gram) ⟨περιβαλοῦσ’⟩: ὡς τὸ περίβαλε τὸν ἅγιον τοῖς δεσμοῖς  —Gu


Or. 25.14 (vet gloss) ⟨ὑφάσματι⟩: ἐνδύτῳ  —V


Or. 25.15 (vetThom gloss) ⟨ὑφάσματι⟩: χιτῶνι  —VSaZZaZmZbZuGu


Or. 25.16 (mosch gloss) ⟨ὑφάσματι⟩: ἱματίῳ  —XXaXbTYGr


Or. 25.17 (rec gram) ⟨ὑφάσματι⟩: ὕφασμα τὸ ὑφανθέν  —Zm


Or. 140.01 (140-165a) (tri metr) ἡμέτερον: σῖγα:  0τὰ ἑξῆς ταῦτα εἴδη καλεῖται ἀλλοιόστροφα. εἰσὶ δὲ καὶ κατὰ σχέσιν. τῆς παρούσης οὖν στροφῆς τὰ κῶλα ιγʹ. καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐφεξῆς γὰρ κεῖται ἡνωμένη καὶ οὐκ ἐκ διαστήματος.  1τὸ αʹ ἀσυνάρτητον ἐκ τροχαϊκοῦ ἰθυφαλλικοῦ καὶ ἰαμβικῆς βάσεως ἐχούσης τὸν αʹ πόδα ἀνάπαιστον.  2τὸ βʹ ἴαμβος τρίμετρος ἀκατάληκτος.  3-4τὸ γʹ καὶ δʹ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δʹ καὶ ἰάμβου.  5τὸ εʹ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν.  6τὸ ϛʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου αʹ καὶ παίωνος γʹ καὶ συλλαβῆς. ἐν δὲ τῷ τῆς ἀντιστροφῆς κώλῳ ἀντίσπαστον ἔχει καὶ ἰωνικὸν ἀπ’ ἐλάττονος.  7τὸ ζʹ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ διιάμβου καὶ μολοττοῦ ἢ κρητικοῦ. τὸ δέ γε τῆς ἀντιστροφῆς κῶλον πεντασύλλαβον ἔχει τὸν διίαμβον.  8τὸ ηʹ ἐπιωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δʹ καὶ ἰωνικοῦ καὶ δύο συλλαβῶν ἀδιαφόρων.  9τὸ θʹ ἰαμβικὸν ἑφθημιμερὲς καθαρόν.  10τὸ ιʹ ὅμοιον δίμετρον ἀκατάληκτον ἐκ χορείων.  11τὸ ιαʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ὁμοίων ποδῶν.  12τὸ ιβʹ ὅμοιον δίμετρον βραχυκατάληκτον ἐξ ὁμοίων ποδῶν.  13τὸ ιγʹ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παίωνος δʹ διιάμβου καὶ κρητικοῦ ἢ δακτύλου. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος.   —T

1140=153 ‒⏑‒⏑‒⏑,⏑⏑‒⏑‒
σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης
πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα
2141=154 ⏓‒⏑‒,⏓‒⏑‒,⏒‒⏑‒
τιθεῖτε, μὴ κτύπεῖτε μηδ’ ἔστω κτύπος
ποίαν τύχαν εἴπω, ποίαν δὲ συμφοράν [with koine short symbol on second ποι]
3142=155 ⏑⏑⏑‒,⏑‒
ἀποπρὸ βᾶτ’ ἐκεῖ
ἔτι μὲν ἐμπνέει
4143=156 ⏑⏑⏑‒,⏓‒
σ’ ἀπόπρο μοι κοίτας
βραχὺ δ’ ἀναστένει
5144=157 ⏑‒‒⏑‒
ἰδοὺ πείθομαι
τί φήις; ὦ τάλας
6145=158 ⏑‒‒‒,⏑⏑‒⏑,‒ / ⏑‒‒⏑,⏑⏑‒‒,‒
ἔα σύριγγος ὅπως πνοὰ
ὀλεῖς, εἰ βλέφαρα κινήσεις
7146=159 ‒‒⏑⏑,⏑‒⏑⏔,‒⏒‒
λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι
ὕπνου γλυκυτάταν φερομένωι χάριν
8147=160 ⏑⏑⏑‒,‒‒⏑⏑,⏑‒
ἴδ’ ἀτρεμαίαν ὡς ὑπόροφον
μέλεος ἐχθίστων θεόθεν ἐρ
9148=161 ⏑‒⏑‒,‒‒‒
φέρω βοάν. ναί, οὕτω
γμάτων, τάλας. φεῦ μόχθων
10149=162 ⏑⏑͡⏑⏑⏑͡⏑,⏑⏑͡⏑⏑⌒
κάταγε κάταγε, πρόσιθ’ ἀτρέμας
ἄδικος ἄδικα τότ’ ἄρ’ ἔλακεν
11150-163 ⏑⏑͡⏑⏑⏑͡⏑,⏑⏑͡⏑⏑⏑͡⏑,⏑
ἀτρέμας ἴθι· λόγον ἀπόδος ἐφ’ ὅτι
ἔλακεν, ἀπόφονον ὅτ’ ἐπὶ τρίποδι
12151=164 ⏑⏑͡⏑⏑⏑͡⏑,⏑⌒
χρέος ἐμόλετέ ποτε
Θέμιδος ἄρ’ ἐδίκασε
13152=165 ⏑⏑⏑‒,⏑‒⏑‒,‒⏑⏒
χρόνια γὰρ πεσὼν ὅδ’ εὐνάζεται
φόνον ὁ Λοξίας ἐμᾶς ματέρος


Or. 140.02 (140-165b) (tri metr) στροφὴ κώλων ιγʹ  —T


Or. 166.01 (166-173a) (tri metr) ἡμέτερον: ὁρᾷς:  0σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς μὲν πρὸς τὰς στροφάς, ὁμοιομερὲς δὲ τῷ μετὰ τὴν ἑξῆς κειμένην στροφὴν συστήματι, οὗ ἡ ἀρχὴ ‘θρόει τίς κακῶν’. ἔστι δὲ κώλων ηʹ.  1τὸ αʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου ἐπιτρίτου βʹ καὶ ἰάμβου.  2τὸ βʹ ἰαμβικὸν ἑφθηιμερές.  3τὸ γʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν Φερεκράτειον ἐξ ἀντισπάστου καὶ κρητικοῦ. ἐνταῦθα δὲ τὸν κρητικὸν ἔχει τετρασύλλαβον.  4τὸ δʹ ἰαμβικὸν ὅμοιον τῷ βʹ.  5τὸ εʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον.  6τὸ ϛʹ ὅμοιον ἐκ χορείων τῶν αʹ ποδῶν.  7τὸ ζʹ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος δʹ καὶ κρητικοῦ.  8τὸ ηʹ τροχαϊκὸν ἰθυφαλλικόν. εἰ δὲ βούλει, ἀντισπαστικὸν ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.  —T

1166=187 ⏑‒‒⏑,‒⏑‒‒,⏑‒
ὁρᾶις; ἐν πέπλοισι κινεῖ δέμας.
θρόει τίς κακῶν τελευτὰ μένει.
2167=188 ⏑‒⏑‒,⏑‒⏑
σὺ γάρ νιν, ὦ τάλαινα,
θανεῖν, τί δ’ ἄλλο γ’; οὐδὲ
3168=189 ⏑‒‒⏑,⏕⏑‒
θωύξασ’ ἔβαλες ὕπνου. [ω marked as koine short ⌙ = U+2319]
γὰρ ἴσχει πόθον βορᾶς.
4169=190 ⏒‒⏑‒,⏑‒⏑
εὕδειν μὲν οὖν ἔδοξα.
πρόδηλος ἆρ’ ὁ πότμος. [koine long mark over πότμ]
5170=191 ‒⏑‒‒,‒⏑‒‒
οὐκ ἀφ’ ἡμῶν, οὐκ ἀπ’ οἴκων
ἐξέθυσεν Φοῖβος ἡμᾶς
6171=192 ⏑͡⏑⏑⏑͡⏑⏑,‒⏓‒‒
πάλιν ἀνὰ πόδα σόν γ’ ἑλίξεις
μέλεον ἀπόφονον δοὺς αἶμα
7172=193 ⏑⏑⏑‒,‒⏑‒
μεθεμένα τοῦ κτύπου;
πατροφόνου ματέρος.
8173=194 ⏑‒‒,⏑‒‒ / ⏑‒‒⏑,‒‒
ὑπνώσσει. λέγεις εὖ.
δίκα μέν. καλῶς δ’ οὔ.


Or. 166.02 (166-173b) (tri metr) σύστημα κώλων ηʹ  —T


Or. 174.01 (174-186a) (tri metr) ἡμέτερον: πότνια πότνια:  0ἡ βʹ αὕτη στροφὴ κώλων ἐστὶ ιγʹ.  1τὸ αʹ τροχαϊκὸν πενθημιμερὲς ἐκ δύο χορείων. εἰ δὲ βούλει, ἰαμβικόν.  2-3τὸ βʹ καὶ γʹ παιωνικὰ ἡμιόλια ἐκ παίωνων δʹ καὶ ἰάμβων.  4τὸ δʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον ἐκ χορείων. εἰ δὲ βούλει, ὅμοιον τῷ αʹ καὶ τῆς ἐκεῖ μακρᾶς διαλελυμένης ἐν τούτῳ.  5τὸ εʹ ὅμοιον τῷ βʹ.  6τὸ ϛʹ παιωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παιώνων πρώτων βʹ, τοῦ πρώτου πενταβράχεος, καὶ δύο συλλαβῶν ἀδιαφόρων.  7-8τὸ ζʹ καὶ τὸ ηʹ ὅμοια τῷ βʹ.  9τὸ θʹ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος βʹ καὶ πρώτου.  10τὸ ιʹ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον ἐκ βʹ ἀναπαίστων καὶ ἰάμβου. εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος γʹ καὶ διιάμβου.  11τὸ ιαʹ δακτυλικὸν ἑφθημιμερὲς.  12τὸ ιβʹ τροχαϊκὸν ἢ ἰαμβικὸν ἑφθημιμερὲς ἐκ τριῶν χορείων καὶ συλλαβῆς.  13τὸ ιγʹ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον ἀκατάληκτον ἐκ παίωνος αʹ ἀντὶ ἰωνικοῦ, διτροχαίου καὶ ἐπιτρίτου γʹ διὰ τὴν ἀδιάφορον, ἢ ἰωνικοῦ. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ ἔσω καὶ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, δηλοῦσαι ἔχειν ἀνταπόδοσιν.  —T

1174=195 ⏑͡⏑⏑⏑͡⏑⏑,‒ / ⏑⏑͡⏑⏑⏑͡⏑,‒
πότνια πότνια Νύξ, [koine brevis symbol twice]
ἔκανες ἔθανες, ὦ
2175=196 ⏑⏑⏑‒,⏑‒
ὑπνοδότειρα τῶν
τεκομένα με μᾶ
3176=197 ⏑⏑⏑‒,⏑‒
πολυπόνων βροτῶν
τερ, ἀπὸ δ’ ὤλεσας
4177=198 ⏑͡⏑⏑⏑͡⏑⏑,⏑⏑ / ⏑͡⏑⏑⏑͡⏑⏑,⏑͡⏑
Ἐρεβόθεν ἴθι, μόλε
πατέρα τέκνα τε τάδε
5178=199 ⏑⏑⏑‒,⏑‒
μόλε κατάπτερος
σέθεν ἀφ’ αἵματος·
6179=200 ⏑͡⏑⏑⏑⏑,⏔⏑⏑⏑,⏑⏑
τὸν Ἀγαμεμνόνειον ἐπὶ δόμον.
ὀλόμεθ’ ἰσονέκυες ὀλόμεθα. (200)
7180=201 ⏑⏑⏑‒,⏑‒
ὑπὸ γὰρ ἀλγέων
σύ τε γὰρ ἐν νεκροῖς
8181=202 ⏑⏑⏑‒,⏑‒
ὑπό τε συμφορᾶς
τό τ’ ἐμὸν οἴχεται
9182=203 ⏑‒⏑⏑,‒⏑⏑⏑
διοιχόμεθ’ οἰχόμεθα
βίου τὸ πλέον μέρος ἐν
10183=204 ⏑⏑‒⏑⏑‒,⏑‒ / ⏑⏑‒⏑,⏑‒⏑‒
κτύπον ἀγάγετ’· οὔμενουν
στοναχαῖσί τε καὶ γόοις
11184=205 ‒⏑⏑‒⏑⏑‒⏑⏑‒
σῖγα φυλασσομένα στόματος
δάκρυσί τ’ ἐννυχίοις ἄγαμος
12185=206 ⏑͡⏑⏑⏑͡⏑⏑,⏑͡⏑⏑⏑ / ⏑⏑͡⏑⏑⏑͡⏑,⏑⏑͡⏑⏑
ἀνὰ κέλαδον ἄπο λέχεος
ἐπὶ δ’ ἄτεκνος ἅτε βίοτον
13186=207 ‒⏑⏑⏑,‒⏑‒⏑,‒‒⏑‒
ἥσυχον ὕπνου χαρὰν παρέξεις, φίλα;
ἁ μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.


Or. 174.02 (174-186b) (tri metr) στροφὴ ἑτέρα κώλων ιγʹ  —T


Or. 186.10 (tri metr) diple-mark pointing outwards at beginning of colon, paragraphos and diple-mark pointing inwards at end of colon T  —T


Or. 401.01 (vet exeg) ἤρξω δὲ λύσσης πότε: 1καὶ τοῦτο πονηρῶς.  2θέλων γὰρ ἐλέγξαι ὡς θεομισῆ φησιν ‘ἤρξω δὲ λύσσης πότε’.  3ἤθελε γὰρ μαθεῖν εἰ χρόνιόν ἐστι τὸ νόσημα καὶ δυσίατον.   —MCVB, partial O


Or. 401.02 (rec gloss) ⟨ἤρξω⟩: σὺ  —R


Or. 401.03 (mosch gloss) ⟨ἤρξω⟩: ἀρχὴν ἔλαβες  —XXaXbXoTYGr


Or. 401.04 (rec gloss) ⟨ἤρξω⟩: ἀρχὴν ἐποιήσω  —Gu


Or. 401.05 (rec gloss) ⟨τίς⟩: ποία  —ZmGu


Or. 401.06 (tri metr) ⟨ἡμέρα ⟩: long mark over α  —Τ


Or. 402.01 (vet exeg) ἐν ᾗ τάλαιναν μητέρ’ ἐξώγκουν: ἐν ᾗ ἡμέρᾳ ὑψηλοποίουν τὸ τῆς μητρὸς μνῆμα  —MCV


Or. 402.02 (vet exeg) ⟨ἐν ᾗ τάλαιναν μητέρ’ ἐξώγκουν⟩: ὁ δὲ φησὶν ἐν ᾗ ἡμέρᾳ τὸ τῆς μητρὸς μνῆμα ἐξώγκουν [1 wd.] τιμῶν καὶ τὸ χῶμα ἐπιβάλλων ὑψηλοποίουν  —B


Or. 402.03 (vet exeg) ⟨ἐν ᾗ τάλαιναν μητέρ’ ἐξώγκουν⟩: γράφεται ἐν ᾗ ταλαίνης μητρὸς ἐξώγκουν τάφον  —MB


Or. 402.04 (mosch gloss) ἐν ᾗ: ἡμέρᾳ  —XXaXbXoTYGr


Or. 402.05 (rec gloss) ⟨ἐν ᾗ⟩: ἀφοῦ  —Xo


Or. 402.06 (mosch exeg) ⟨τάλαιναν μητέρ’ ἐξώγκουν⟩: τῇ ταλαίνῃ μητρὶ ἐξώγκουν τὸν τάφον  —XXaXbXoTYGr


Or. 402.07 (rec exeg) ⟨τάλαιναν μητέρ’⟩: γρ. ταλαίνῃ μητέρι  —Zm


Or. 402.08 (vet exeg) ⟨ἐξώγκουν τάφῳ⟩: ὅ ἐστι· τὸ χῶμα ἐπέβαλλον  —MBOC


Or. 402.09 (thom exeg) ἐξώγκουν τάφῳ: 1εἰκότως δὲ εἶπε τὸ ἐξώγκουν·  2οἱ γὰρ τῶν παλαιῶν τάφοι συναγωγὴ χώματος ἦσαν εἰς ὕψος διήκουσα βουνῷ ἐοικυῖα.  3ὅθεν καὶ μέχρι τοῦ νῦν τύμβην ταύτην κατονομάζουσιν.  —ZZaZmTZbGu


Or. 402.10 (vet gloss) ⟨ἐξώγκουν⟩: ἐτίμων  —HH3MCGu


Or. 402.11 (vet gloss) ⟨ἐξώγκουν⟩: ὑψηλοποίουν  —H


Or. 402.12 (rec gloss) ⟨ἐξώγκουν⟩: ἐδόξαζον ὑψοποίουν ἔταφον ἔθαπτον  —R


Or. 402.13 (thom gloss) ⟨ἐξώγκουν⟩: κατεχώννυον ἐκάλυπτον  —ZZaZmTZbGu


Or. 402.14 (rec exeg) ⟨ἐξώγκουν⟩: ὄγκον εἶπεν διὰ τὸ μνῆμα· ἀνεχωματίζοντο γὰρ οἱ ἕλληνες τὰ μνήματα ?ὅπως? ἐποίουν. οἱονεὶ ἐπαναστήματα ????. οἱ γὰρ ἀγωνιζόμενοι [2 wds] διὰ τὴν [1 wd] ?ἀγωνίζονται.  —Y2


Or. 402.15 (rec gloss) ⟨τάφῳ⟩: τάφον  —Xo


Or. 403.01 (vet exeg) πότερα κατ’ οἴκους: 1ἀπὸ κοινοῦ τὸ ἤρξω, τουτέστιν· ἐν ποίᾳ ἡμέρᾳ ἤρξω καὶ ἐν ποίῳ τόπῳ.  2κακοήθως δὲ καὶ τοῦτο.   —MBCV


Or. 403.02 (vet exeg) ⟨πότερα κατ’ οἴκους⟩: κακοήθως καὶ τοῦτο  —H


Or. 403.03 (vet exeg) ⟨πότερα κατ’ οἴκους⟩: ἐν ποίῳ τόπῳ  —O


Or. 403.04 (rec gloss) ⟨πότερα⟩: ἆρα  —RZb


Or. 403.05 (rec gloss) ⟨κατ’ οἴκους⟩: ἐμάνης  —R


Or. 403.06 (moschThom exeg) ⟨κατ’ οἴκους⟩: ἤρξω τῆς λύσσης  —XaXbTYGrZZaZmZb


Or. 403.07 (rec exeg) ⟨κατ’ οἴκους⟩: ἀπὸ κοινοῦ ἤρξω  —Gu


Or. 403.08 (moschThom gloss) ⟨προσεδρεύων⟩: παρακαθήμενος  —XXaXbTYGrZZaZmZb


Or. 403.09 (mosch gloss) ⟨πυρᾷ⟩: τῷ τάφῳ  —XXaXbTYGr


Or. 403.10 (thom gloss) ⟨πυρᾷ⟩: τῷ τάφῳ καὶ τῇ τοῦ σώματος καύσει  —ZZaZmTZbGu


Or. 404.01 (vet exeg) νυκτὸς φυλάσσων: 1ὁ δὲ φιλαλήθως [ca. 10-12 letters washed out]/πέπονθα·  2μήποτέ τις ἀφέληται τὰ ὀστᾶ.  3ἢ παρατηρῶν πότε σβεσθείσης τῆς φλογὸς ἀφέλωμαι τὰ ὀστᾶ.   —BOCVRb


Or. 404.02 (vet exeg) ⟨νυκτὸς φυλάσσων⟩: φυλάττων πότε σβεσθῇ [ἡ?] κα[ῦσις?] ἵν[α] μὴ ?ἀφέληται? τὰ ὀστᾶ.  —H


Or. 404.03 (rec exeg) ⟨νυκτὸς φυλάσσων⟩: τηρῶν? πότε ἀφέλωμαι τῆς φλογὸς τὰ ὀστᾶ μήτις ἀφέληται ταῦτα. ἀναιρῶ γὰρ τὸ λαμβάνω.  —Y2


Or. 404.04 (rec gloss) ⟨νυκτός⟩: ἐμάνην  —R


Or. 404.05 (mosch gloss) ⟨νυκτός⟩: ἐπὶ τῆς  —XXaXbXoTYGr


Or. 404.06 (mosch gloss) ⟨νυκτός⟩: ἤγουν κατὰ τὴν νύκτα  —XXaXbXoTYGr


Or. 404.07 (rec gloss) ⟨φυλάσσων⟩: παρατηρῶν  —Zb


Or. 404.08 (thom exeg) ὀστέων ἀναίρεσιν: 1ἤγουν πότε τὸ σῶμα ἀναλωθὲν ἡμεῖς τὰ ὀστᾶ λάβωμεν.  2ἢ ἀναίρεσιν ἀντὶ τοῦ φθοράν, ἤγουν σκοπῶν μὴ τὰ ὀστᾶ φθαρῇ τῷ πυρί.   —ZZaZmTZbGu


Or. 404.09 (vet gloss) ⟨ἀναίρεσιν⟩: κλοπήν, καταδάμασιν  —V


Or. 404.10 (rec gloss) ⟨ἀναίρεσιν⟩: συλλογὴν ἢ ἀφαίρεσιν  —R


Or. 404.11 (rec gloss) ⟨ἀναίρεσιν⟩: συλλογὴν  —YGu


Or. 404.12 (rec gloss) ⟨ἀναίρεσιν⟩: κλοπὴν τὴν ἀφαίρεσιν. ἢ κύων ?ἣ ἁρπάση αὐτά  —Y


Or. 404.13 (thom gloss) ⟨ἀναίρεσιν⟩: ἀνάληψιν ἢ φθοράν  —ZZa


Or. 404.14 (thom gloss) ⟨ἀναίρεσιν⟩: ἀνάληψιν  —TZbGuXo


Or. 404.15 (rec gloss) ⟨ἀναίρεσιν⟩: ἤγουν ἀνακομιδὴν  —Gu


Or. 405.01 (mosch gloss) ⟨παρῆν⟩: σοὶ  —XXbXoTGr


Or. 405.02 (mosch exeg) ⟨ὤρθευεν δέμας⟩: σφαλλόμενον δηλονότι ὑπὸ τῆς μανίας  —XXaXbXoTYGr


Or. 405.03 (rec metr) ⟨ὤρθευεν δέμας⟩: τὸ ν̅ διὰ τὸ μέτρον ἐνταῦθα εἰ καὶ σύμφωνον ἐπιφέρεται τὸ δ̅.  —Za


Or. 405.04 (vet gloss) ⟨ὤρθευεν⟩: ἐνοσοκόμει  —HMOCV


Or. 405.05 (vet gloss) ⟨ὤρθευεν⟩: περιεποιεῖτο  —V


Or. 405.06 (thom gloss) ⟨ὤρθευεν⟩: ἐκυβέρνα  —ZZmTZbGu


Or. 405.07 (rec artGloss) ⟨δέμας⟩: τὸ  —Z


Or. 406.01 (thom gloss) ⟨πυλάδης⟩: ναὶ  —ZZmTZbGu


Or. 406.02 (rec gloss) ⟨πυλάδης⟩: ἦν  —Xo


Or. 406.03 (rec gloss) ⟨ὁ συνδρῶν⟩: ὁ συνπράττων  —Zb


Or. 406.04 (mosch gloss) ⟨συνδρῶν⟩: ἐμοὶ  —XXaXbXoTYGr


Or. 407.01 (rec gloss) ⟨ἐκ φασμάτων⟩: φαντασμάτων  —R


Or. 407.02 (rec exeg) ⟨φαντασμάτων⟩: γρ. ἐκ φασμάτων  —Y


Or. 407.03 (rec gloss) ⟨φαντασμάτων⟩: φαντασιῶν  —Xo


Or. 407.04 (rec gloss) ⟨δὲ⟩: καί  —R


Or. 407.05 (rec gloss) ⟨τάδε⟩: ταῦτα  —Xo


Or. 407.06 (rec gloss) ⟨νοσεῖς⟩: πάσχεις  —XoY


Or. 407.07 (rec gloss) ⟨νοσεῖς⟩: ἀσθενεῖς  —Zb


Or. 408.01 (mosch gloss) ⟨ἔδοξ’⟩: ἐνόμισα  —XXaXbXoTYGr


Or. 408.02 (mosch paraphr) ⟨τρεῖς νυκτὶ προσφερεῖς⟩: τρεῖς κόρας νυκτὶ ὁμοίας ἤγουν μελαίνας  —XXaXbXoTYGr


Or. 408.03 (vet exeg) ⟨νυκτὶ προσφερεῖς⟩: ἀντὶ τοῦ φοβεράς· νυκτί ὁμοίας, ὡς ὁ ποιητής [Hom. Il. I.47]· ‘νυκτὶ ἐοικώς’.  —MB


Or. 408.04 (vetThom gloss) ⟨προσφερεῖς⟩: ὁμοίας  —VRXoZZaZmTZb


Or. 408.05 (rec gloss) ⟨κόρας⟩: νεάνιδας  —Xo


Or. 409.01 (rec gloss) ⟨οἶδ’⟩: γινώσκω  —Xo


Or. 409.02 (thom gloss) ⟨ἃς ἔλεξας⟩: ἤγουν τὰς ἐριννῦς λέγεις  —ZZa


Or. 409.03 (rec gloss) ⟨ἔλεξας⟩: εἶπας  —Xo


Or. 409.04 (rec gloss) ⟨ὀνομάσαι⟩: εἰπεῖν τὸ ὄνομα  —Zm


Or. 409.05 (rec gloss) ⟨ὀνομάσαι⟩: εἰπεῖν  —Xo


Or. 409.06 (rec gloss) ⟨ὀνομάσαι⟩: λέξαι  —ZmGu


Or. 409.07 (rec gloss) ⟨βούλομαι⟩: ἐγώ  —R


Or. 409.08 (rec gloss) ⟨βούλομαι⟩: θέλω  —Gu


Or. 410.01 (rec gloss) ⟨σεμναὶ γάρ⟩: ὅτι (σεμναὶ) εἰσὶ  —R


Or. 410.02 (mosch gloss) ⟨σεμναὶ⟩: σεβάσμιαι  —XXaXbXoTYGr


Or. 410.03 (vet exeg) εὐπαίδευτα δ’ ἀποτρέπου: 1κατὰ ἀντίφρασιν, ἀντὶ τοῦ ἀπαιδεύτως.  2ἢ οὕτως· εὐπαιδεύτως δὲ ποιεῖς ὀνομάζειν αὐτὰς Ἐρινύας παραιτούμενος.   —MBC


Or. 410.04 (vet exeg) ἄλλως: 1ἀπαιδεύτως φυλάττου ὀνομάζειν αὐτάς.  2πῶς δὲ ἀπαιδεύτως;  3καλῶν αὐτὰς Ἐρινύας.   —MBCVRbSa


Or. 410.05 (rec exeg) ⟨εὐπαίδευτα δ’ ἀποτρέπου⟩: ἀποτρέπου δὲ λέγειν αὐταῖς τὸ εὔφημον ὄνομα τὸ εὐμενίδες ἀπαίδευτον. ἐλέγ(οντο) φονεύτριαι ἐριννύες.  —Y2


Or. 410.06 (vet gloss) ⟨εὐπαίδευτα⟩: ἀντίφρασις ἀπαι(δεύτ)ως  —O


Or. 410.07 (rec gloss) ⟨εὐπαίδευτα⟩: ἀπαιδεύτως ποιεῖς  —Y


Or. 410.08 (rec gloss) ⟨ἀπαίδευτα⟩: ἀπαιδεύτως  —RXo


Or. 410.09 (mosch gloss) ⟨εὐπαίδευτα⟩: εὐπαιδεύτως  —XXaXbGr


Or. 410.10 (tri metr) ἡμέτερον· ⟨ἀπαίδευτον⟩: ἀπαίδευτός ἐστιν ὁ ἐνταῦθα γράφων ἀπαίδευτα καὶ τῶν μέτρων παντάπασιν ἀμαθής. σὺ δ’ εἰ βούλει μὴ ἀπαίδευτος εἶναι, ἀπαίδευτον ἑνικῶς γράφε. οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς.  —T


Or. 410.11 (thom exeg) ⟨ἀποτρέπου λέγειν⟩: ἤγουν μέμφεσθαι αὐτὰς ἀφίστασο  —ZZaZmTZbGu


Or. 410.12 (rec gloss) ⟨ἀποτρέπου⟩: σὺ  —R


Or. 410.13 (rec gloss) ⟨ἀποτρέπου⟩: παραιτούμενος  —Y


Or. 410.14 (rec exeg) ⟨ἀποτρέπου⟩: ἔδει εἰπεῖν ἀπ()τρέπ()· τὸ σχῆμα παρὰ π??λο??ίοις  —Xo


Or. 410.15 (tri metr) ⟨ἀποτρέπου⟩: koine longa sign over ποτ  —T


Or. 410.16 (mosch gloss) ⟨λέγειν⟩: ὀνομάζειν  —XXaXbXoTYGr


Or. 411.01 (vet exeg) αὗταί σε βακχεύουσι: 1κακοήθως τῷ ὀνόματι ἐχρήσατο ⟨ἀντὶ⟩ τῆς μανίας.  2κακόηθες δὲ καὶ τὸ ὑπομιμνήσκειν αὐτὸν τοῦ φόνου τῆς μητρός.  3ἤρκει γὰρ ‘αὗταί σε βακχεύουσι’.  4λείπει δὲ ἡ διά, ἵν’ ᾖ διὰ τὸν συγγενῆ φόνον.   —MBCVRbSa, partial H


Or. 411.02 (rec exeg) ⟨αὗταί σε βακχεύουσι⟩: ἃς εὐτελίζεις καὶ ἐξουθενεῖς  —Y2


Or. 411.03 (rec gloss) ⟨αὗται⟩: αἱ ἐριννύες  —Gu


Or. 411.04 (rec gloss) ⟨αὗται⟩: αἱ κόραι  —Xo


Or. 411.05 (rec exeg) ⟨βακχεύουσι συγγενεῖ φόνῳ⟩: ἀναταράσσουσί σε χάριν τοῦ φόνου  —V


Or. 411.06 (vet gloss) ⟨βακχεύουσι⟩: illegible gloss  —H


Or. 411.07 (mosch gloss) ⟨βακχεύουσι⟩: ταράσσουσι  —XXaXbXoTYGr


Or. 411.08 (thom gloss) ⟨βακχεύουσι⟩: ἐκμαίνουσι  —ZZaZmTZbGu


Or. 411.09 (vet exeg) ⟨συγγενεῖ φόνῳ⟩: λείπει ἡ διά, ἵν’ ᾖ διὰ τὸν συγγενῆ φόνον  —HMBC


Or. 411.10 (vet exeg) ⟨συγγενεῖ φόνῳ⟩: τὸ δὲ συγγενεῖ φόνῳ διὰ τὴν μητέρα φησίν.  —VRbSa


Or. 411.11 (mosch exeg) ⟨συγγενεῖ φόνῳ⟩: ὑπὸ τοῦ συγγενοῦς φόνου κινούμεναι δηλονότι  —XXaXbXoTYGr


Or. 411.12 (rec exeg) ⟨συγγενεῖ φόνῳ⟩: χάριν τοῦ συγγόνου φόνου  —Gu


Or. 411.13 (thom gloss) ⟨συγγενεῖ⟩: τῷ μητρικῷ  —ZZaZmTZbGu


Or. 412.01 (rec exeg) illegible sch. (4 short lines)  —Y2


Or. 412.02 (moschThom gloss) ⟨διωγμῶν⟩: ἕνεκα  —XXaXbXoTYGrZZmZb


Or. 412.03 (rec gloss) ⟨διωγμῶν⟩: τιμωριῶν  —Y


Or. 412.04 (mosch gloss) ⟨οἷς⟩: ὑφ’ ὧν  —XXaXbXoTYGr


Or. 412.05 (rec gloss) ⟨οἷς⟩: δι’ ὧν  —Za, perhaps Y


Or. 412.06 (rec gloss) ⟨ἐλαύνομαι⟩: κολάζομαι πειράζομαι ὑπ’ αὐτῶν  —Y


Or. 412.07 (rec gloss) ⟨ἐλαύνομαι⟩: ἀναβακχεύομαι  —Za


Or. 412.08 (rec gloss) ⟨ἐλαύνομαι⟩: διώκομαι?  —Zm


Or. 412.09 (rec gloss) ⟨ἐλαύνομαι⟩: ἀποπέμπομαι  —Zb


Or. 413.01 (vet exeg) οὐ δεινὰ: 1γυμνὸν ἐνταῦθα δείκνυται τὸ ἦθος τοῦ Μενελάου·  1κατέκρινε γὰρ αὐτὸν χώρις κρίσεως.   —MBCRbSa


Or. 413.02 (vet exeg) ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς Ὀρέστης εἶπεν, ὁ δὲ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς πεπραγμένους καὶ κατέκρινεν αὐτὸν {φησὶν Ὀρέστης} χωρὶς κρίσεως.  —V


Or. 413.03 (rec exeg) μὴ μέμφου τὰς θεὰς ἀλλ’ ἑαυτόν· οὐ γὰρ ἄδικον τὸ πάσχειν δεινὰ τὸν πράξαντα δεινά.  —Y2


Or. 413.04 (mosch gloss) ⟨δεινὰ (first)⟩: χαλεπά· θαυμαστόν  —XXaXbXoTYGr


Or. 413.05 (thom gloss) ⟨δεινὰ (first)⟩: δεινὸν ἐστὶ  —ZZmTZbGu


Or. 413.06 (thom gloss) ⟨πάσχειν⟩: κολάζεσθαι δυστυχεῖν  —ZZaZmTZbGu


Or. 413.07 (mosch gloss) ⟨δεινὰ (second)⟩: χαλεπά  —XXaXbXoTGr


Or. 413.08 (mosch gloss) ⟨τοὺς εἰργασμένους⟩: τοὺς πεποιηκότας  —XXaXbXoTYGr


Or. 414.01 (414-415a) (mosch exeg) 1τὸ ἑξῆς οὕτως· ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς ὁ Φοῖβος κελεύσας διαπράξασθαι τὸν τῆς μητρὸς φόνον.  2ὁ δὲ Μενέλαος διακόψας τὸν λόγον φησί· μὴ θάνατον εἴπῃς τὸν τοῦ πατρὸς δηλονότι.  3ὑπελάμβανε γὰρ τοῦτο βούλεσθαι προτείνειν αὐτόν.   —XXaXbXoTYGr


Or. 414.02 (414-415b) (thom exeg) 1ὁ μὲν Ὀρέστης διὰ τὸν Ἀπόλλωνα εἶπεν, ὡς κελεύσαντα τὸν φόνον, τὸ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς. 2 τουτέστιν εἰς Ἀπόλλωνα ἀναφέρομεν τὴν αἰτίαν τῶν παρόντων. 3 ὁ δὲ Μενέλαος, οἰόμενος αὐτὸν λέγειν τὸν τοῦ πατρὸς θάνατον, ἐκλύων αὐτὸν τῆς ἀπολογίας φησί·  4μὴ τὸν θάνατον τοῦ πατρὸς προβαλλόμενος λέγε ὡς δι’ ἐκεῖνον τὴν μητέρα ἀποκτείνας εἰς τὰ παρόντα ἐμπέπτωκα.   —ZZaZmTZbGu


Or. 414.03 (vet exeg) ἀλλ’ ἔστιν ἡμῖν ἀναφορά: 1ἐπεὶ εἶπεν ὁ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους καὶ κατέκρινεν αὐτὸν δεινὰ πεπραχέναι, φησὶν Ὀρέστης·   2ἀλλ’ ἔστιν ἡμῖν τῆς συμβάσης τύχης ἀναφορά, ὅ ἐστι·   3δυνάμεθα τοῦ συμβάντος πράγματος τὴν αἰτίαν ἀναγαγεῖν εἴς τινα, ὥστε μὴ εἶναι ἡμᾶς αἰτίους δεινῶν πράξεων.   4εἶτα ὁ Μενέλαος· μὴ θάνατον εἴπῃς τοῦ πατρός· οὐ γὰρ σοφόν.   5εἰ γὰρ καὶ διὰ τὸν πατέρα ἀνεῖλες τὴν μητέρα, δεινὰ πέπραχας·   6σὺ γὰρ οὐκ ὤφειλες θάνατον ἐπαγαγεῖν τῇ μητρί, ἀλλ’ ἡ δημοσία κρίσις.   7εἶτα Ὀρέστης λέγει ὅτι ὁ Ἀπόλλων ἔκρινε καὶ διὰ τοῦτο οὐ δεινὰ διεπραξάμην, εἴγε θεὸς ὁ κρίνας καὶ κελεύσας.   8εἶτα ὁ Μενέλαος· τοῦτο τὸ δεινὸν ἔκρινεν ἀμαθὴς ὤν.   9εἶτα Ὀρέστης· εἴτε ἀμαθεῖς εἴτε σοφοὶ οἱ θεοὶ οὐκ οἶδα, τοῦτο δὲ οἶδα ὅτι δουλεύομεν καὶ πειθόμεθα αὐτοῖς, ὁποῖοι ἄν εἰσιν, εἴτε σοφοὶ εἴτε φαῦλοι.   10εἶτα ὁ Μενέλαος· εἰ αὐτός σοι ἐκέλευσε, πῶς οὐκ ἐλεεῖ νοσοῦντα καὶ μαινόμενον;   11εἶτα Ὀρέστης· ἴσως ἐλεήσει, ἀεὶ γὰρ βραδύνει τὸ θεῖον.   —MBCV, partial Ms


Or. 414.04 (vet exeg) ἄλλως: 1ὅρα τὸ εὐφυὲς τοῦ ποιητοῦ, πῶς δι’ ἀμφοτέρων τῶν προσώπων τούτων, τοῦ Ὀρέστου καὶ τοῦ Μενελάου, τὰς ἐναντίας τῶν ἀνθρώπων δόξας ὑποδηλοῖ.   2ἐπεὶ γὰρ οἱ μὲν τῶν ἀνθρώπων λέγουσι τιμωρεῖν τὸ θεῖον τοῖς πάσχουσιν, οἱ δ’ ἀδιαφοροῦσι, διὰ μὲν τοῦ Ὀρέστου τὸ βοηθεῖσθαι παρὰ τοῦ θείου τοὺς κάμνοντας συνίστησι, διὰ δὲ τοῦ Μενελάου σοφιστικῶς ἀπαγορεύει.   3ἐκεῖθεν δὲ τὴν ὑφὴν τοῦ λόγου προὐκατεσκεύασεν.   4εἰπόντος γὰρ τοῦ Μενελάου ἀπὸ τοῦ ‘οἶδα μὲν αὐτὰς, ὀνομάσαι δ’ οὐ βούλομαι’ καὶ καθεξῆς, τοῦ Ὀρέστου εἰς μομφὴν τῶν Εὐμενίδων κινηθέντος ὁ Μενέλαος τρόπον τινὰ τοῦτον ἀπεστρέψατο  5εἰπὼν ‘αὗταί σε βακχεύουσι συγγενεῖ φόνῳ’, δηλονότι ἃς κατευτελίζεις καὶ οὐ θέλεις καλεῖσθαι Εὐμενίδας λέγων ‘εὐπαίδευτα δ’ ἀποτρέπου λέγειν’,   6ἤτοι ἀπόφευγε τὸ προστιθέμενον αὐταῖς ὄνομα, τὸ Εὐμενίδες, παρὰ τῶν εὖ πεπαιδευμένων καὶ σοφῶν λέγειν καὶ λέγε δήπουθεν τὸ οἰκεῖον αὐταῖς ὄνομα ἤγουν αἱ ἀλάστορες, αἱ Τελχῖνες, αἱ φονεύτριαι.  7πρὸς τὸ βακχεύουσιν ὁ Ὀρέστης ἐπιτατικῶς εἶπε τὸ ‘οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας’, ὁ δ’ ἀντεῖπεν ‘οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους’ ἤγουν μὴ τὰς θεὰς μέμφου, ἑαυτὸν δὲ τὸν αἴτιον τοῦ πάσχειν τὰ δεινὰ ὡς δεινὰ ἐργασάμενον.   8εἶτα ἐκείνου φεύγοντος τὴν πρᾶξιν καὶ πρὸς τὸν Φοῖβον ταύτην ἀναφέροντος ὁ Μενέλαος ἀπεστρέψατο μὴ εἶναι λέγων τὸ θεῖον ἀμαθὲς τοῦ καλοῦ καὶ τοῦ δικαίου.   9ἐκείνου δὲ ἐπιμείναντος τῇ ἐνστάσει καὶ λέξαντος ὅτι δουλεύομεν τοῖς θεοῖς, ἤτοι ποιοῦμεν ἃ παρ’ αὐτῶν κελευόμεθα κἂν μὴ λίαν ἐπιστάμεθα τί πρᾶγμά εἰσιν οἱ θεοί,   10ὁ Μενέλαος τὸν οἰκεῖον βουλόμενος συστῆσαι λόγον ὅτι οὐκ ἐκ θεοῦ ἐκεῖνο, ἀλλ’ ἐκ θυμοῦ τὸ πραχθέν, φησὶν ὅτι πάντως ἂν ἐβοήθησέ σοι ὁ θεὸς, εἴπερ καὶ προσέταξεν.   11ὡς δ’ εἶπεν ἐκεῖνος μέλλει τὸ θεῖον, ἤτοι βραδύνει ἐν ταῖς ἀντιδόσεσι ταῖς φαύλαις τε καὶ ταῖς ἀγαθαῖς ὡς ὂν φύσει τοιοῦτον, σοφιστικῶς ἐκεῖνος ἐπήγαγε τὸ ‘ὡς ταχὺ μετῆλθόν σ’ αἷμα μητρὸς αἱ θεαί’, ἤτοι ἀπῄτησαν.   12ἔκλεψε δ’ αὐτὸν διὰ τῆς μέσης ἐρωτήσεως τῆς ‘πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί’.   13ἀποκριθέντος δ’ ἐκείνου τὸ πόσον τοῦ καιροῦ, ἀνεῖλεν ἐκεῖ τὸ μέλλει τὸ θεῖον διὰ τοῦ ‘ὡς ταχὺ μετῆλθόν σ’ αἷμα μητρός’.   —V


Or. 414.05 (vet gloss) ⟨ἀναφορὰ⟩: ?μετ(αφορὰ)  —O


Or. 414.06 (rec gloss) ⟨ἀναφορὰ⟩: ἀνακωχή  —R


Or. 414.07 (rec gloss) ⟨ἀναφορὰ⟩: μετάθεσις  —RY


Or. 414.08 (rec exeg) ⟨ἀναφορὰ⟩: εἰς ἀπόλλωνα γὰρ ἀναφέρει  —Gu


Or. 414.09 (tri metr) ⟨ἀναφορὰ⟩: long mark over final α  —Τ


Or. 414.10 (vet gloss) ⟨τῆς ξυμφορᾶς⟩: τῶν συμβάντων πραγμάτων  —MB


Or. 414.11 (mosch gloss) ⟨τῆς ξυμφορᾶς⟩: τοῦ συμβεβηκότος  —XXaXbXoTYGr


Or. 415.01 (vet exeg) μὴ θάνατον εἴπῃς: 1ὁ μὲν τὸν Ἀπόλλωνα ᾐνίξατο αἴτιον τῆς μανίας, ὁ δὲ ᾤετο τὸν τοῦ πατρὸς λέγειν θάνατον.  2ἐκκλείων οὖν αὐτὸν ἀπολογίας φησὶ·  3μὴ λέγε τὸν θάνατον τοῦ πατρὸς μηδ’ αὐτὸς ἁμαρτὼν εἰς τὸν πατέρα ἀνάφερε τὴν ἁμαρτίαν.  4εὔηθες γὰρ τὸ αὐτόν τινα ἁμαρτάνοντα ἄλλῳ περιτιθέναι τὴν αἰτίαν.   —MBC


Or. 415.02 (vet exeg) ⟨μὴ θάνατον εἴπῃς⟩: 1σὺ γὰρ, φησὶν, αὐτὸς αἴτιος τυγχάνεις. ἢ οὕτω·  2μὴ ὀνομάσῃς τὸν {περὶ} μητρὸς φόνον μηδὲ λέγε ὅτι τοῦτον προστέταξαι παρὰ τοῦ κρείττονος πράττειν.  3οὐ γὰρ ἁρμόζει θεῷ τὸ πρόσταγμα, ὅθεν σιώπα καὶ κρύπτε τὸ ἀμαθὲς τοῦ δαίμονος.  4ἢ μὴ εἰς τὴν εἱμαρμένην καὶ τὸν θάνατον ἀνενέγκῃς·  5οὐ γάρ ἐστι σοφὸν τοῦτο.   —MC


Or. 415.03 (vet exeg) ἄλλως: τὸν θάνατον τοῦ πατρός. τοῦτο γὰρ οὐ βέβαιον· οὐ γὰρ δεῖ ἀντιφονεύειν τοὺς φονέας.  —MC


Or. 415.04 (vet exeg) ἄλλως: ὁ Μενέλαος βουλόμενος αὐτὸν θανεῖν λέγει †τὸ νομίζον ὅτι μέλλει λέγειν θάνατον, ἐν ἑαυτῷ βουλόμενος ἀγαγεῖν.†  —C


Or. 415.05 (vet exeg) ⟨μὴ θάνατον εἴπῃς⟩: εἰ σὺ ἁμαρτὼν ἀναφέρεις εἰς τὸν πατέρα τὴν ἁμαρτίαν. ἢ θάνατον βούλει ἀγαγεῖν ἑαυτῷ.  —O


Or. 415.06 (rec exeg) ⟨μὴ θάνατον εἴπῃς⟩: μὴ εἴπης ἀνακωχὴν τῶν κακῶν τὸν θάνατον.  —Sa


Or. 415.07 (vet gloss) ⟨θάνατον⟩: μητρός  —O


Or. 415.08 (mosch gloss) ⟨θάνατον⟩: τὸν τοῦ πατρὸς δηλονότι  —XaXbXoTYGr


Or. 415.09 (thom gloss) ⟨θάνατον⟩: τοῦ πατρὸς  —ZZmZb


Or. 415.10 (thom gloss) ⟨εἴπῃς⟩: ἀναφορὰν  —ZZmTZbGu


Or. 415.11 (vet gloss) ⟨τοῦτο⟩: εἰ λέγεις  —O


Or. 415.12 (rec exeg) ⟨τοῦτο⟩: τὸ λέγειν τὴν αἰτίαν δι’ ἣν ἀπέθανεν ὁ πατήρ  —Xo


Or. 415.13 (mosch gloss) ⟨οὐ σοφόν⟩: οὐ φρόνιμον  —XXaXbXoTYGr


Or. 415.14 (vet gloss) ⟨σοφόν⟩: ?καλόν ἐστι?  —B


Or. 415.15 (thom gloss) ⟨σοφόν⟩: ἐστί  —ZZmTGu


Or. 416.01 (vet exeg) Φοῖβος κελεύσας: 1ἀπὸ κοινοῦ οὕτως συντάξεις ὅτι ἐκέλευσεν ἂν τοῦτο ὁ Φοῖβος καὶ ἐπιστεύθης ἀληθεύειν, ἐὰν ἦν ἀμαθέστερος καὶ πλέον σοῦ ἀμαθὴς τοῦ καλοῦ καὶ τοῦ δικαίου.  2τοῦτο δὲ εἶπεν ὡς φαυλίσας τὴν ἀναφορὰν, ὡς τάχα ψευσαμένου τοῦ Ὀρέστου καὶ τούτῳ τῷ τρόπῳ φεύγοντος τὴν μομφὴν τοῦ μητρικοῦ φόνου.  3κρείσσων γὰρ ἦν ἡ αἰτία, ἐὰν ἦν αὕτη ὁ θάνατος τοῦ πατρός, τοῦ θεὸν ⟨* * * ⟩   —V


Or. 416.02 (rec gloss) ⟨Φοῖβος⟩: ὁ ἀπόλλων  —Za


Or. 416.03 (thom artGloss) ⟨Φοῖβος⟩:  —ZZmGuXo


Or. 416.04 (rec gloss) ⟨Φοῖβος⟩: ὑπάρχει ἀναφορά  —ZmGu


Or. 416.05 (rec gloss) ⟨Φοῖβος⟩: ἐστὶ  —Xo


Or. 416.06 (thom gloss) ⟨κελεύσας⟩: ἐμὲ τοῦτον ἐργάσασθαι  —ZZmTZbGu


Or. 416.07 (rec gloss) ⟨κελεύσας⟩: προστάξας  —Za


Or. 416.08 (thom gloss) ⟨κελεύσας⟩: ὁ ἐμὲ  —Xo


Or. 416.09 (rec artGloss) ⟨μητρὸς⟩: τῆς  —Xo


Or. 416.10 (mosch gloss) ⟨ἐκπρᾶξαι⟩: διαπράξασθαι  —XXaXbXoTYGr


Or. 416.11 (thom gloss) ⟨ἐκπρᾶξαι⟩: τελέσαι  —ZZmTZbGu


Or. 417.01 (vet exeg) ἀμαθέστερός γ’ ὤν: 1εἰ τοῦτο ἐκέλευσεν, ἀμαθής ἐστιν, ἵνα ἐκ τῶν ἐναντίων δηλώσῃ ὅτι οὐκ ἐκέλευσεν ὁ θεός·  2οὐ γάρ ἐστιν ὁ θεὸς ἀμαθής.   —MBCVRbSa


Or. 417.02 (vet exeg) ἄλλως: 1μετὰ συλλογισμοῦ τοῦτο εἴρηκεν·  2εἰ γὰρ οὐκ ἀμαθὴς ὁ θεός, δῆλον ὅτι οὐδὲ προσέταξε τοῦτο ποιεῖν.   —MBCVRbSa


Or. 417.03 (rec exeg) γρ. ἀμαθέστερος τοῦ καλοῦ καὶ τῆς δίκης  —R


Or. 417.04 (rec exeg) κατ’ ἐρώτησιν ?πρὸς τὸν? ὀρέ(στην)  —R


Or. 417.05 (thom exeg) ⟨ἀμαθέστερος⟩: 1θέλει ἐνταῦθα δεῖξαι ὁ Μενέλαος τῷ Ὀρέστῃ ὅτι οὐχ ὁ Ἀπόλλων προσέταξεν αὐτῷ τὸν τῆς μητρὸς φόνον, ἀλλ’ οἴκοθεν ἐργασάμενος τοῦτον, ἐπεὶ δυστυχεῖ, προβάλλεται τὸν Ἀπόλλωνα.  2ἐδήλωσε δὲ τοῦτο διὰ τὸ εἰπεῖν ἀμαθέστερος ὢν.  3πρὸς ὃ ὁ Ὀρέστης ἀπαντᾷ λέγων·  4ὑποτασσόμεθα τοῖς θεοῖς, ὅ τι ἄρα εἰσί, εἴτε ἀμαθεῖς εἴτε μή.   —ZZaZmTZbGu


Or. 417.06 (vet gloss) ⟨ἀμαθέστερος⟩: τοῦτο ἐχρήσατο?  —O


Or. 417.07 (vet exeg) ⟨ἀμαθέστερος⟩: ἀντὶ τοῦ ἀμαθής ἐστιν  —MBCV


Or. 417.08 (mosch gloss) ⟨ἀμαθέστερος⟩: ἀμαθὴς  —XXaXbXoTYGr


Or. 417.09 (rec exeg) ⟨ἀμαθέστερος⟩: ὡς τὸ ‘νεώτερος ἐγενόμην’ [Psalms 36.25] ἀντὶ τοῦ νέος  —Y2


Or. 417.10 (rec gloss) ⟨ἀμαθέστερος⟩: ὁ θεὸς  —R


Or. 417.11 (rec gloss) ⟨ἀμαθέστερος⟩: (ἀμαθεστέρ)ου?  —Y


Or. 417.12 (rec gloss) ⟨ὢν⟩: ὁ ἀπόλλων  —Y


Or. 417.13 (mosch gloss) ⟨τῆς δίκης⟩: τοῦ δικαίου  —XXaXbXoTYGr


Or. 417.14 (thom gloss) ⟨τῆς δίκης⟩: δικαιοσύνης  —ZZaZmTZb


Or. 417.15 (rec exeg) ⟨τῆς δίκης⟩: τῆς δικαιοσύνης εἰ τοῦτο ἐκέλευσεν  —Gu


Or. 418.01 (vet exeg) δουλεύομεν θεοῖς: 1†ἀνθρώπων ἐχόντων τὴν μορφήν.†  2ἢ ὁποίας ὦσι δυνάμεως ἢ κρίσεως, δουλεύομεν αὐτοῖς.  3τοῦτο δὲ πρὸς τὸ ἀμαθέστερός γ’ ὤν.   —MBC


Or. 418.02 (vet exeg) δουλεύομεν θεοῖς: 1ἀνεπίγνωστον γὰρ ἔχουσι τοῖς ἀνθρώποις τὴν γνώμην.  2ὁποίας ἄρα, φησὶν, εἰσὶ δυνάμεως, δουλεύομεν αὐτοῖς.   —VRbSa


Or. 418.03 (rec exeg) ⟨δουλεύομεν θεοῖς⟩: ὁποίας ὦσι δυνάμεως οὐκ οἴδαμεν ἢ κρίσεως  —Y


Or. 418.04 (rec gloss) ⟨δουλεύομεν⟩: πειθόμεθα  —R


Or. 418.05 (mosch gloss) ⟨δουλεύομεν⟩: ὑποταττόμεθα  —XXaXbXoTYGr


Or. 418.06 (thom gloss) ⟨δουλεύομεν⟩: ὑπακούομεν  —ZZaZmTGu


Or. 418.07 (vet exeg) ὅ τι ποτ’ εἰσὶ⟨ν οἱ⟩ θεοί: 1ἀκαίρως τοῦτο·  2ἑώρακε γὰρ τὸν Ἀπόλλωνα καὶ ἀκήκοεν αὐτὸν {αἴτιον}·  3ὡσεί τις ἰδὼν ἀετὸν λέγει· τί ποτέ ἐστιν; ἦ ἀετός;   —MBC


Or. 418.08 (rec exeg) ⟨ὅ τι ποτ’ εἰσὶ⟨ν οἱ⟩ θεοί⟩: ὁποῖοι εἰσιν ἢ καλοὶ ἢ φαῦλοι, πρέπον ἀκούειν αὐτοὺς.  —Gu


Or. 418.09 (rec gloss) ⟨ποτ’ εἰσὶ θεοί⟩: κἂν ὦσι θεοὶ  —R


Or. 418.10 (thom gloss) ⟨ποτ’ εἰσὶ θεοί⟩: ἀμαθεῖς εἴτε τοὐναντίον  —ZZaZnTZbGu


Or. 419.01 (vet exeg) κᾆτ’ οὐκ ἀμύνει: 1πανούργως ἔχει πᾶσα ἡ ἐρώτησις.  2ὁ μὲν γάρ φησιν ὅτι ὁ Ἀπόλλων μοι ἐκέλευσεν ἀνελεῖν τὴν μητέρα, ὁ δὲ ἀντεπάγει·  3καὶ πῶς ὁ κελεύσας ἀνελεῖν τὴν μητέρα οὐκ ἐλεεῖ σε μαινόμενον;  4τοῦ δὲ εἰπόντος ὅτι μελλητικόν ἐστι τὸ θεῖον, πάλιν ὁ Μενέλαός φησι·  5πῶς οὖν Ἐρινύες σε ταχέως μετῆλθον; οὐκ εἰσὶ καὶ αὗται θεαί;  6ἐλέγχει οὖν αὐτὸν ὡς καταψευδόμενον.   —MBC


Or. 419.02 (vet gloss) ⟨κἆτ’⟩: εἶτα  —MR


Or. 419.02 (rec metr) ⟨κἆτ’⟩: ἔκθλιψις κρᾶσις συναίρεσις  —Y


Or. 419.03 (mosch gloss) ⟨ἀμύνει⟩: ἐκδικεῖ  —XXaXbXoTYGr


Or. 419.04 (rec gloss) ⟨ἀμύνει⟩: βοηθεῖ  —TY


Or. 419.05 (tri metr) ⟨ἀμύνει⟩: long mark over υ  —T


Or. 419.06 (rec artGloss) ⟨λοξίας⟩:  —R


Or. 420.01 (mosch gloss) ⟨μέλλει⟩: βραδύνει  —XXaXbXoTYGr


Or. 420.02 (rec gloss) ⟨μέλλει⟩: μακροθυμεῖ  —Gu


Or. 420.03 (vet exeg) τὸ θεῖον δ’ ἐστὶ τοιοῦτον φύσει: ἀεὶ τὸ θεῖον ὀκνηρὸν ἐστὶ πρὸς τὰς ἀμοιβὰς γυμνάζον ἡμῶν τὴν γνώμην.  —VRbSa


Or. 420.04 (rec exeg) ⟨τὸ θεῖον δ’ ἐστὶ τοιοῦτον φύσει⟩: βραδύνει ἀεὶ τὸ θεῖον γυμνάζον τὴν διάνοιαν ἡμῶν.  —R


Or. 420.05 (rec paraphr) ⟨τὸ θεῖον δ’ ἐστὶ τοιοῦτον φύσει⟩: τὸ θεῖον δὲ ἐν τῆ φύσει τοιοῦτον ?ἔστι ἵνα μακροθυμῆ.  —Gu


Or. 420.06 (rec exeg) ⟨τὸ θεῖον δ’⟩: ἀνθυποφορά  —Y2


Or. 420.07 (rec gloss) ⟨τοιοῦτον⟩: τουτέστι βραδύ  —R


Or. 420.08 (mosch gloss) ⟨τοιοῦτον⟩: ἤγουν βραδύ  —XXaXbXoTYGr


Or. 420.09 (thom exeg) ⟨τοιοῦτον⟩: ἤγουν μέλλει καὶ πρὸς βοήθειαν καὶ πρὸς κόλασιν, πρὸς μὲν βοήθειαν ἵνα δοκίμιον λήψεται τῆς προαιρέσεως τῶν τῆς βοηθείας αὐτοῦ ἀπολαύσειν μελλόντων, πρὸς δὲ κόλασιν ἵνα τῷ χρόνῳ ἐπανάξῃ αὐτοὺς πρὸς ἃ δεῖ.  —ZZaZmTZbGu


Or. 420.10 (rec gloss) ⟨τοιοῦτον⟩: δοκιμαστικὸν  —Gu


Or. 420.11 (rec gloss) ⟨φύσει⟩: ἐν  —Zm


Or. 420.12 (rec gloss) ⟨φύσει⟩: ἢ λίαν  —Zm


Or. 421.01 (vet exeg) πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί: ἐχρῆν εἰπεῖν πόσῳ χρόνῳ. τὸ δὲ μητρός κακοήθως καὶ δυσωπητικῶς.  —MBC


Or. 421.02 (rec paraphr) πόσον χρόνον ἔχει ἡ μήτηρ ἐφθαρμένη  —Y2


Or. 421.03 (mosch gloss) ⟨πόσον⟩: ἐπὶ  —XXaXbXoYGr


Or. 421.04 (rec gloss) ⟨χρόνον⟩: μέχρι τοῦ νῦν χρόνου  —ZmGu


Or. 421.05 (rec artGloss) ⟨μητρὸς⟩: τῆς  —RXo


Or. 421.06 (rec gloss) ⟨μητρὸς⟩: σοῦ  —R


Or. 421.07 (mosch gloss) ⟨οἴχονται⟩: ἐφθαρμέναι εἰσίν  —XXaXbXoTYGr


Or. 421.08 (thom gloss) ⟨οἴχονται⟩: ἐφθάρησαν  —ZZaZmTGu


Or. 421.09 (rec gloss) ⟨πνοαί⟩: ἤγουν ἡ ψυχή  —Xo


Or. 421.10 (rec gloss) ⟨πνοαί⟩: αἱ ζωτικαὶ ἐνέργειαι  —Gu


Or. 422.01 (rec gloss) ⟨τόδ’ ἦμαρ⟩: ἤγουν ἡ παροῦσα ἡμέρα  —Zm


Or. 422.02 (mosch gloss) ⟨ἦμαρ⟩: ἐξ οὗ εἰσὶν ἐφθαρμέναι  —XXaXoTYGr


Or. 422.03 (thom gloss) ⟨ἦμαρ⟩: ἐστί  —ZZaZmTZbGu


Or. 422.04 (rec gloss) ⟨ἔτι⟩: ἀκμήν  —Y2


Or. 422.05 (thom gloss) ⟨πυρὰ⟩: καῦσις  —ZZaTZbGu


Or. 422.06 (rec gloss) ⟨πυρὰ⟩: ὁ τόπος ἐν ᾧ τὸ σῶμα ἐκαύθη  —ZmGu


Or. 422.07 (tri metr) ⟨πυρὰ⟩: long mark over α  —T


Or. 422.08 (rec gloss) ⟨πυρὰ⟩: ἐστὶ  —Xo


Or. 423.01 (vet exeg) ὡς ταχὺ μετῆλθόν σ’: 1διὰ τούτων ἐλέγχει αὐτὸν ὡς ἀθέως πεπραχότα τὸν φόνον, ὅπου γε αἱ μὲν Ἐρινύες εὐθέως τῇ μητρὶ συνεμάχησαν, ὁ δὲ Ἀπόλλων ἀναβάλλεται τὴν συμμαχίαν.  2καὶ ἀνθυποφορά ἐστι τοῦ εἰρημένου ὑπὸ Ὀρέστου τὸ θεῖόν ἐστι τοιοῦτον φύσει.   —MBCVRbSa, partial O


Or. 423.02 (mosch paraphr) λίαν ταχέως ἤγουν τάχιστα ἐτιμωρήσαντό σε διὰ τὸν φόνον τῆς μητρός  —XXaXbXoTYGr


Or. 423.03 (recThom gloss) ⟨ὡς⟩: λίαν  —RZaZm


Or. 423.04 (rec gloss) ⟨ταχὺ⟩: ταχέως  —Xo


Or. 423.05 (rec gloss) ⟨ταχὺ⟩: συντόμως  —Gu


Or. 423.06 (thom exeg) ⟨μετῆλθον⟩: 1τὸ μετῆλθον, εἰ μὲν ἀντὶ τοῦ ἐτιμωρήσαντο εἴπῃς, εὐθεῖαν τὸ αἷμα νοήσεις, οὕτω· 2 λίαν ταχὺ ἐτιμωρήσαντο σὲ αἱ θεαὶ, τὸ αἷμα καὶ ὁ φόνος τῆς μητρός.  3εἰ δὲ ἀντὶ τοῦ ἀπῄτησαν, αἰτιατικήν οὕτω·  4λίαν ταχέως ἀπῄτησαν σὲ αἱ θεαὶ τὸ αἷμα καὶ τὸν φόνον τῆς μητρός.   —ZZaZmTZbGu


Or. 423.07 (thom gloss) ⟨μετῆλθον⟩: ἀπῄτησαν  —ZZaZmTZbGu


Or. 423.08 (rec gloss) ⟨μετῆλθον⟩: ἐτιμωρήσαντο  —XoZm


Or. 423.09 (rec gloss) ⟨μετῆλθον⟩: ἐκόλασαν  —Gu, app. Y2


Or. 423.10 (rec gloss) ⟨αἷμα⟩: διὰ τὸ  —R


Or. 423.11 (rec gloss) ⟨αἷμα⟩: διὰ τὸν φόνον  —XoGu


Or. 423.12 (thom gloss) ⟨αἷμα⟩: τὸν φόνον  —ZZaZmZb


Or. 423.13 (rec artGloss) ⟨μητέρος⟩: τῆς  —Xo


Or. 423.14 (rec gloss) ⟨θεαί⟩: αἱ ἐριννύες  —Xo


Or. 424.01 (thom exeg) πανοῦργος ὡς σχηματίζεσθαι μὲν φιλίαν, τὰ τῶν ἐχθρῶν δὲ φρονεῖν.  —ZZaZmTZbGu


Or. 424.02 (vet exeg) οὐ σοφός: 1οὐ σοφὸς διαρρήδην μοι ὀνειδίζων τῆς μητρὸς τὸ αἷμα, ἀληθὴς δέ.  2ἀληθεύει γὰρ διὰ τὸν φόνον ἀμύνεσθαι αὐτὸν τὰς Ἐρινύας.   —MBCVRbSa, partial O


Or. 424.03 (vet exeg) ἄλλως: 1πρὸς ὃ κλαπεὶς ὁ Ὀρέστης εἰς κολακείαν αὐτοῦ προὔθετο τὸ οὐ σοφὸς, ἀληθὴς δ’ εἰς φίλους ἔφυς κακός.   2τοῦτο δὲ τὸ ἔπος ἐναντιοφανές ἐστιν.   3ἐναντιοφανῆ δὲ λέγεται τὰ ῥητὰ τὰ μὴ τῇ κειμένῃ φράσει συναρμοζόμενα, νοήματι δὲ ἢ συντάξει θεραπευόμενα.   4σκόπει γὰρ ὅτι πρὸς ὕβριν ἐστὶ τοῦ Μενελάου τὸ οὕτως εἰπεῖν ‘οὐ σοφὸς ἔφυς, ἀληθὴς δὲ καὶ τέλειος κακὸς εἰς τοὺς φίλους’ καί που δέον τὸν ἱκέτην ὑβρίζειν τὸν ἱκετευόμενον.   5θεραπεύεται δὲ τὸ ἔπος τῇ συντάξει οὕτως·   6οὐ σοφὸς κακὸς εἰς φίλους ἔφυς, ἀληθὴς δὲ ἔφυς σοφός.   7τὸ δὲ νόημα τοιοῦτον· σοφὸς μὲν ἀληθὴς λέγεται ὁ ὄντως σοφός, σοφὸς δὲ κακὸς ὁ σοφιστὴς καὶ ἀπατεὼν καὶ πιθανολογούμενος.   8λέγει τοίνυν αὐτῷ κολακικῶς ὅτι ⟨οὐκ⟩ ἐσόφισάς με, ὦ Μενέλαε, εἰπόντα βραδὺ εἶναι τὸ θεῖον πρὸς συνασπισμὸν ἀντειπὼν ὡς ταχὺ μετῆλθόν σ’ αἷμα μητέρος θεαί, σὺ δὲ ἀληθὴς εἶ σοφὸς, οὐ κακὸς σοφὸς εἰς φίλους, ἤγουν διὰ τῆς σοφιστείας καὶ πιθανότητος πλανήτης τῶν φίλων.   —V


Or. 424.04 (rec exeg) 1οὐ σοφὸς κακὸς ἔφυς εἰς τοὺς φίλους, ἀληθὴς δὲ σοφὸς ἔφυς.  2ἔστι δὲ τὸ σχῆμα ἀντιοφανές.  3ἐναντιοφανὲς ἐστι τὸ ἄλλως λέγοντα καὶ ἄλλως θεραπεύοντα κατά τε νοῦν καὶ σύνταξιν.   —Y2


Or. 424.05 (rec gloss) ⟨οὐ σοφός⟩: κρύφιος  —SaY


Or. 424.06 (mosch gloss) οὐ σοφός: εἶ δηλονότι, ἤγουν ἐπιτήδειος  —XXaXbXoTYGr


Or. 424.07 (thom exeg) ⟨οὐ σοφός⟩: 1ὀνειδίζοντος Μενελάου Ὀρέστην, φησὶν οὗτος πρὸς αὐτὸν·  2ἐπεὶ διαρρήδην ἡμᾶς ὀνειδίζεις, οὐ σοφὸς εἶ·  3ἀληθὴς δὲ κακός, ἀληθὴς μὲν ὡς οὐδὲν ὧν κατ’ ἐμοῦ λέγεις ψευδῶς λέγων (ἀληθεύεις γὰρ διὰ τὸν φόνον τῆς μητρὸς λέγων ἀμύνασθαι τὰς ἐριννύας ἐμέ), κακὸς δὲ ὡς ἐναργῶς ὀνειδίζων.  4ἐχρῆν γάρ σε χρωματίζοντα τοὺς λόγους ἐκφέρειν πρὸς παραμυθίαν, ἀλλ’ οὐ πρὸς λύπην, εἴπερ σοφὸς ἦσθα κακός.  5νῦν δὲ ἀφ’ ὧν ποιεῖς ἀναφανδὸν δεικνύεις τὴν σεαυτοῦ κακίαν.   —ZZaZmTZbGu


Or. 424.08 (rec gloss) ⟨ἀληθὴς⟩: ὀρθὸς  —R


Or. 424.09 (thom gloss) ⟨ἀληθὴς⟩: ὁμολογούμενος  —ZZaZmTGu


Or. 424.10 (rec gloss) ⟨ἀληθὴς⟩: διάδηλος  —Y2


Or. 424.11 (rec gloss) ⟨εἰπὼν κακῶς⟩: ὑβρίσας  —Xo


Or. 424.12 (rec exeg) ⟨εἰπὼν κακῶς⟩: ἔφυς κακός  —Y


Or. 424.13 (vet gloss) ⟨ἔφυς⟩: ἀντὶ τοῦ ὑπάρχεις  —M


Or. 424.14 (vet gloss) ⟨ἔφυς⟩: εἶ  —O


Or. 424.15 (rec gloss) ⟨ἔφυς⟩: ἐγεννήθης  —R


Or. 424.16 (tri exeg) ⟨ἔφυς⟩: γρ. εἰπὼν  —T


Or. 424.17 (tri metr) ⟨ἔφυς⟩: long mark over υ  —T


Or. 425.01 (vet exeg) πατρὸς δὲ δὴ τί σ’ ὠφελεῖ τιμωρία: 1ἐν ἐρωτήσει ὁ λόγος ἀντὶ τοῦ·  2τὸ τῆς ἀναιρέσεως τοῦ πατρὸς τιμωρίαν σε λαμβάνοντα φονεῦσαι τὴν μητέρα τί δύναται συνάρασθαί σοι πρὸς τὸ μηδὲν παθεῖν ὡς φονέα;  3ἢ οὐ προέστη σου ὁ πατὴρ, ὥστε ἀποσοβῆσαι τὰς Ἐρινύας.   —MCV


Or. 425.02 (vet exeg) πατρὸς δὲ δὴ τί σ’ ὠφελεῖ: 1ἐν ἐρωτήσει ὁ λόγος· ὠφελεῖ τί σε ἡ εἰς τὸν πατέρα γενομένη ἐκδικία;   2ἢ οὕτως· οὐ προέστη σου ὁ πατὴρ, ὥστε ἀποσοβῆσαι τὰς Ἐρινύας;  3ἄλλως· τῆς ἀναιρέσεως τοῦ πατρὸς τιμωρίαν σοῦ λαμβάνοντος τὸ φονεῦσαι τὴν μητέρα τί δύναται συνάρασθαί σοι πρὸς τὸ μηδὲν παθεῖν ὡς φονέα;  —B


Or. 425.03 (vet exeg) πατρὸς δὲ δὴ τί σ’ ὠφελεῖ τιμωρία: 1οἱ Ἀττικοὶ προπαροξύνουσι· {μόνον τοῦτο} τιμώρια.  2τὸ δὲ ⟨δη⟩ τι σ’ ἄμεινον βαρύνειν· δὴ τί σ’.   —MBC


Or. 425.04 (vet exeg) ἐν ἐρωτήσει ἀναγνωστέον  —MC


Or. 425.05 (rec exeg) ἔλεγχος· ἕνεκεν τῆς τιμωρίας τοῦ πατρὸς τί ὠφελεήθης;  —RSa


Or. 425.06 (rec artGloss) ⟨πατρὸς⟩: τοῦ  —Xo


Or. 425.07 (mosch gloss) ⟨τί⟩: κατὰ τί  —XXaXbXoTYGr


Or. 425.08 (rec exeg) ⟨σ’⟩: ἢ σὲ ἢ σοί· τὸ γὰρ ὠφελῶ καὶ πρὸς δοτικὴν συντάσσεται ὡς ἔχει καὶ τὸ τοῦ Αἰσχύλου [Aesch. Pers. 842] ὡς τοῖς θανοῦσι χρήματ’ οὐδέν ὠφελεῖ. ἔστι δὲ καὶ πρό*****ὸν εἰς τὸ παρὸν δρᾶμα.  —Zm


Or. 425.09 (moschThom gloss) τιμωρία: ἐκδίκησις  —XXaXbXoTYGrZZaZmZb


Or. 425.10 (rec gloss) ⟨τιμωρία⟩: βοήθεια  —Y2


Or. 425.11 (tri metr) ⟨τιμωρία⟩: long marks over first ι and α  —T


Or. 1693.01 (vet exeg) ⟨subscription⟩: πρὸς διάφορα ἀντίγραφα παραγέγραπται ἐκ τοῦ Διονυσίου ὑπομνήματος ὁλοσχερῶς καὶ τῶν μικτῶν.  —MBCXaGu, also in Corpus Christi College (Cambridge) 403